Ancient Greek · ~2 min
Chapter 21
Plutarch, Κράσσος 21.5
Not analysed yet
ταῦτα δὲ ἦν ψευδῆ πάντα, διχῇ γὰρ εὐθὺς Ὑρώδης διελὼν τὴν δύναμιν αὐτὸς μὲν Ἀρμενίαν ἐπόρθει τιννύμενος Ἀρταουάσδην, Σουρήναν δʼ ἀφῆκεν ἐπὶ Ῥωμαίους, οὐχ ὑπερφροσύνῃ χρώμενος, ὡς ἔνιοί φασιν· οὐ γὰρ ἦν τοῦ αὐτοῦ Κράσσον μὲν ἀπαξιοῦν ἀνταγωνιστήν, ἄνδρα Ῥωμαίων πρῶτον, Ἀρταουάσδῃ δὲ προσπολεμεῖν καὶ ταῖς Ἀρμενίων ἐπιόντα κώμαις ἐξαιρεῖν ἀλλὰ καὶ πάνυ δοκεῖ καταδείσας τὸν κίνδυνον αὐτὸς μὲν ἐφεδρεύειν καὶ καραδοκεῖν τὸ μέλλον, Σουρήναν δὲ προκαθεῖναι πειρασόμενον μάχης καὶ περιέλξοντα τοὺς πολεμίους.