Ancient Greek · ~11 min
Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Β
Plutarch, Περὶ τῆς Ἀλεξάνδρου τύχης ἢ ἀρετῆς λόγος Α, λόγος Β 3
Not analysed yet
ἀλλὰ φέρε πρὸς θεῶν ἐκτελεσθῆναι καὶ φανῆναι τοιοῦτον ἔργον ἔσθʼ ὅστις ἂν ἰδὼν ὑπέλαβε κατὰ τύχην γεγονέναι καὶ αὐτομάτως τὸ σχῆμα καὶ τὴν διάθεσιν καὶ τὸ εἶδος; οὐδεὶς ἂν οἶμαι. τί δὲ τὸν κεραυνοφόρον; τί δὲ τὸν ἐπὶ τῆς αἰχμῆς προσαγορευόμενον; εἶτʼ ἀνδριάντος μὲν μέγεθος οὐκ ἂν ἄνευ τέχνης ὑπὸ τύχης γένοιτο χρυσὸν καὶ χαλκὸν καὶ ἐλέφαντα καὶ πολλὴν καὶ πλουσίαν ὕλην καταχεαμένης καὶ παραβαλούσης, ἄνδρα δὲ μέγαν, μᾶλλον δὲ τῶν γεγονότων ἁπάντων μέγιστον, ἐνδέχεται χωρὶς ἀρετῆς ἀποτελεσθῆναι διὰ τύχην, ὅπλα καὶ χρήματα καὶ πεζοὺς καὶ ἵππους παρασκευάσασαν; ἃ τῷ μὴ μαθόντι χρῆσθαι κίνδυνός ἐστιν, οὐ δύναμις οὐδὲ κόσμος, ἀλλʼ ἔλεγχος τῆς ἀσθενείας καὶ μικρότητος. ὀρθῶς γὰρ Ἀντισθένης ἔλεγεν ὅτι πάντα δεῖ τοῖς πολεμίοις εὔχεσθαι τἀγαθὰ πλὴν ἀνδρείας· γίγνεται γὰρ οὕτως οὐ τῶν ἐχόντων, ἀλλὰ τῶν κρατούντων. διὰ τοῦτό φασι καὶ τὴν φύσιν ἀγεννεστάτῳ ζῴῳ τῷ ἐλάφῳ κέρατα θαυμαστὰ τῷ μεγέθει καὶ τραχύτητι πρὸς ἄμυναν ἐμφῦσαι, διδάσκουσαν ἡμᾶς ὡς οὐδὲν ὠφελεῖ τὸ ἰσχύειν καὶ ὡπλίσθαι τοὺς μένειν καὶ θαρρεῖν μὴ δυναμένους. οὕτω καὶ ἡ τύχη πολλάκις ἀτόλμοις καὶ ἀνοήτοις προσάπτουσα δυνάμεις καὶ ἀρχάς, αἷς ἐνασχη -μονοῦσι, κοσμεῖ καὶ συνίστησι τὴν ἀρετὴν ὡς μόνην μέγεθος ἀνδρὸς καὶ κάλλος οὖσαν. εἰ μὲν γάρ, ὥς φησιν Ἐπίχαρμος, νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα δὲ κωφὰ καὶ τυφλά, τυγχάνει λόγου δεόμενα. αἱ γὰρ αἰσθήσεις ἰδίας ἔχειν ἀφορμὰς δοκοῦσιν ὅτι δὲ νοῦς ὠφελεῖ καὶ νοῦς κοσμεῖ καὶ νοῦς τὸ νικῶν καὶ κρατοῦν καὶ βασιλεῦον, τὰ δʼ ἄλλα τυφλὰ καὶ κωφὰ καὶ ἄψυχα παρέλκει καὶ βαρύνει καὶ καταισχύνει χωρὶς ἀρετῆς τοὺς ἔχοντας, ἀπὸ τῶν πραγμάτων λαβεῖν ἔστι. τῆς γὰρ αὐτῆς δυνάμεως ὑποκειμένης καὶ ἡγεμονίας, Σεμίραμις μὲν οὖσα γυνὴ στόλους ἐπλήρου καὶ φάλαγγας ὥπλιζε καὶ Βαβυλῶνας ἔκτιζε, καὶ περιέπλει τὴν Ἐρυθρὰν θάλατταν Αἰθίοπας καταστρεφομένη καὶ Ἄραβας· Σαρδανάπαλλος δʼ ἀνὴρ πεφυκὼς ἔξαινεν οἴκοι πορφύραν, ἀναβάδην ἐν ταῖς παλλακαῖς καθήμενος· ἀποθανόντος δʼ αὐτοῦ, λιθίνην εἰκόνα κατασκευάσαντες ἐπορχουμένην ἑαυτῇ βαρβαριστὶ καὶ τοῖς δακτύλοις ὑπὲρ κεφαλῆς οἷον ὑποψοφοῦσαν, ἐπέγραψαν, ἔσθιε, πῖνε, ἀφροδισίαζε· τἄλλα δʼ οὐδέν. ὁ μὲν οὖν Κράτης ἰδὼν χρυσῆν εἰκόνα Φρύνης τῆς ἑταίρας ἑστῶσαν ἐν Δελφοῖς ἀνέκραγεν ὅτι τοῦτο τῆς τῶν Ἑλλήνων ἀκρασίας τρόπαιον ἕστηκε· τὸν δὲ Σαρδαναπάλλου βίον ἄν τις ἢ τάφον οὐδὲν γάρ, οἶμαι, διαφέρει θεασάμενος εἴποι τοῦτο τῶν τῆς Τύχης ἀγαθῶν τρόπαιον εἶναι. τί οὖν; ἐάσωμεν τὴν Τύχην Ἀλεξάνδρου μετὰ Σαρδανάπαλλον ἅψασθαι καὶ τοῦ μεγέθους ἐκείνου καὶ τῆς δυνάμεως ἀντιποιεῖσθαι; τί γὰρ αὐτῷ πλέον ἔδωκεν ὧν οἱ λοιποὶ βασιλεῖς ἔλαβον παρʼ αὐτῆς; ὅπλων, ἵππων, βελῶν, χρημάτων, δορυφόρων; ποιησάτω τούτοις ἡ Τύχη μέγαν Ἀριδαῖον, εἰ δύναται ποιησάτω τούτοις μέγαν Ὦχον ἢ Ὀάρσην ἢ Τιγράνην τὸν Ἀρμένιον ἢ τὸν Βιθυνὸν Νικομήδην ὧν ὁ μὲν τὸ διάδημα τοῖς Πομπηίου ποσὶν ὑπορρίψας αἰσχρῶς τὴν βασιλείαν ἀπέλαβε, λάφυρον γενομένην Νικομήδης δὲ τὴν κεφαλὴν ξυράμενος καὶ πιλίον ἐπιθέμενος ἀπελεύθερον ἑαυτὸν Ῥωμαίων ἀνηγόρευσεν.