Ancient Greek · ~2 min
Section 4
Plutarch, Περί πολυφιλίας 4
Not analysed yet
διὸ δεῖ μὴ ῥᾳδίως προσδέχεσθαι μηδὲ κολλᾶσθαι τοῖς ἐντυγχάνουσι μηδὲ φιλεῖν τοὺς διώκοντας, ἀλλὰ τοὺς ἀξίους φιλίας διώκειν. οὐ γὰρ αἱρετέον πάντως τὸ ῥᾳδίως ἁλισκόμενον. καὶ γὰρ ἀπαρίνην καὶ βάτον ἐπιλαμβανομένην ὑπερβάντες καὶ διωσάμενοι βαδίζομεν ἐπὶ τὴν ἐλαίαν καὶ τὴν ἄμπελον. οὕτως ἀεὶ μὴ τὸν εὐχερῶς περιπλεκόμενον ποιεῖσθαι συνήθη καλόν, ἀλλὰ τοῖς ἀξίοις σπουδῆς καὶ ὠφελίμοις αὐτοὺς περιπλέκεσθαι δοκιμάζοντας .