Ancient Greek · ~6 min
Section 4
Plutarch, Πῶς ἄν τις ἀπ’ ἐχθρῶν ὠφελοῖτο 4
Not analysed yet
ἔτι τοίνυν πρόσλαβε τὴν Διογένους ἀπόφασιν, φιλόσοφον σφόδρα καὶ πολιτικὴν οὖσαν· πῶς ἀμυνοῦμαι τὸν ἐχθρόν; αὐτὸς καλὸς κἀγαθὸς γενόμενος. ἵππους ἐχθρῶν ὁρῶντες εὐδοκιμοῦντας ἀνιῶνται καὶ κύνας ἐπαινουμένους. ἂν χωρίον ἐκπεπονημένον ἴδωσιν, ἂν εὐθαλοῦντα κῆπον, ἐπιστένουσι. τί οὖν οἴει; σεαυτὸν ἐπιδεικνύμενος ἄνδρα δίκαιον ἀρτίφρονα χρηστόν, ἐν λόγοις εὐδόκιμον, ἐν πράξεσι καθαρόν, ἐν διαίτῃ κόσμιον, βαθεῖαν αὔλακα διὰ φρενὸς καρπούμενον, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα; νικώμενοι φησὶ Πίνδαρος ἄνδρες ἀγρυξίᾳ δέδενται, οὐχ ἁπλῶς οὐδὲ πάντες, ἀλλʼ ὅσοι νικωμένους αὑτοὺς ὁρῶσιν ὑπὸ τῶν ἐχθρῶν ἐπιμελείᾳ χρηστότητι μεγαλοφροσύνῃ φιλανθρωπίαις εὐεργεσίαις· ταῦτʼ ἀποστρέφει τὴν γλῶτταν ὡς ὁ Δημοσθένης φησίν, ἐμφράττει τὸ στόμα, ἄγχει, σιωπᾶν ποιεῖ. σύ τοι διάφερε τῶν κακῶν· ἔξεστι γάρ. εἰ θέλεις ἀνιᾶν τὸν μισοῦντα, μὴ λοιδόρει κίναιδον μηδὲ μαλακὸν μηδʼ ἀκόλαστον μηδὲ βωμολόχον μηδʼ ἀνελεύθερον, ἀλλʼ αὐτὸς ἀνὴρ ἴσθι καὶ σωφρόνει καὶ ἀλήθευε καὶ χρῶ φιλανθρώπως καὶ δικαίως τοῖς ἐντυγχάνουσιν. ἂν δὲ λοιδορῆσαι προαχθῇς, ἄπαγε πορρωτάτω σεαυτὸν ὧν λοιδορεῖς ἐκεῖνον. ἐνδύου τῇ ψυχῇ, περισκόπει τὰ σαθρά, μὴ τίς σοί ποθεν ὑποφθέγγηται κακία τὸ τοῦ τραγῳδοῦ ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσι βρύων ἂν ἀπαίδευτον εἴπῃς, ἐπίτεινε τὸ φιλομαθὲς ἐν σεαυτῷ καὶ φιλόπονον· ἂν δειλόν, ἔγειρε μᾶλλον τὸ θαρραλέον καὶ ἀνδρῶδες· κἂν ἀσελγῆ καὶ ἀκόλαστον, ἐξάλειφε τῆς ψυχῆς; εἴ τι λανθάνον ἐστὶ φιληδονίας ἴχνος. οὐδὲν γὰρ αἴσχιόν ἐστι· βλασφημίας παλινδρομούσης οὐδὲ λυπηρότερον, ἀλλʼ ἔοικε καὶ τοῦ φωτὸς; τὸ ἀνακλώμενον μᾶλλον ἐνοχλεῖν τὰς ἀσθενεῖς ὁράσεις καὶ τῶν ψόγων οἱ πρὸς αὐτοὺς ἀναφερόμενοι τοὺς ψέγοντας ὑπὸ τῆς ἀληθείας. ὡς γὰρ ὁ καικίας τὰ νέφη, καὶ ὁ φαῦλος βίος ἐφʼ ἑαυτὸν ἕλκει τὰς λοιδορίας.