Ancient Greek · ~3 min
Section 29
Plutarch, Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς 29
Not analysed yet
ΔΙΑΔΟΥΜ. εἰς τοιαῦτα μέντοι πράγματα τὸν ἠθικὸν λόγον ἐκβάλλοντες ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ εὐτελίζουσι καὶ διασύρουσιν, ὡς δὴ μόνοι τὴν φύσιν καὶ συνήθειαν ὀρθοῦντες ᾗ χρὴ καὶ καθιστάντες τὸν λόγον, ὃς ἅμʼ ἀποστρέφει καὶ ἐπάγει ταῖς ἐφέσεσι καὶ διώξεσι καὶ ὁρμαῖς πρὸς τὸ οἰκεῖον ἕκαστον. ἡ δὲ συνήθεια τῆς διαλεκτικῆς διέραμα γενομένη χρηστὸν μὲν οὐδὲν οὐδʼ ὑγιὲς ἀπολέλαυκεν, ἀλλʼ ὥσπερ ἀκοὴ νοσώδης ὑπὸ κενῶν ἤχων δυσηκοΐας καὶ ἀσαφείας ἐμπέπλησται περὶ ἧς αὖθις ἑτέραν ἀρχὴν λαβόντες, εἰ βούλει, διαλεξόμεθα. νυνὶ δὲ τὸν φυσικὸν αὐτῶν λόγον, οὐχ ἧττον τοῦ περὶ τελῶν διαταράττοντα τὰς κοινὰς προλήψεις, ἐν τοῖς κυριωτάτοις καὶ πρώτοις ἐπιδράμωμεν.