Ancient Greek · ~6 min
Section 3
Plutarch, Περὶ φιλοπλουτίας 3
Not analysed yet
τοὺς δὲ μηδὲν ἀποβάλλοντας ἔχοντας δὲ πολλὰ πλειόνων δʼ ἀεὶ δεομένους ἔτι μᾶλλον θαυμάσειεν ἄν τις τοῦ Ἀριστίππου μεμνημένος ἐκεῖνος γὰρ εἰώθει λέγειν, ὅτι πολλὰ μέν τις ἐσθίων πολλὰ δὲ πίνων πληρούμενος δὲ μηδέποτε, πρὸς τοὺς ἰατροὺς βαδίζει καὶ πυνθάνεται τί τὸ πάθος καί τίς ἡ διάθεσις καὶ πῶς ἂν ἀπαλλαγείη· εἰ δέ τις ἔχων πέντε κλίνας δέκα ζητεῖ, καὶ κεκτημένος δέκα τραπέζας ἑτέρας συνωνεῖται τοσαύτας, καὶ χωρίων πολλῶν παρόντων καὶ ἀργυρίου, οὐ γίγνεται μεστὸς ἀλλʼ ἐπʼ ἄλλα συντέταται καὶ ἀγρυπνεῖ καὶ ἀπλήρωτός ἐστι. πάντων, οὗτος οὐκ οἴεται δεῖσθαι τοῦ θεραπεύσοντος καὶ δείξοντος ἀφʼ ἧς αἰτίας τοῦτο πέπονθε. καίτοι τῶν διψώντων τὸν μὲν οὐ πεπωκότα προσδοκήσειεν ἄν τις ἀπαλλαγήσεσθαι πιόντα τοῦ διψῆν, τὸν δὲ πίνοντα συνεχῶς καὶ μὴ παυόμενον οὐ πληρώσεως ἀλλὰ καθάρσεως οἰόμεθα δεῖσθαι· καὶ κελεύομεν ἐμεῖν, ὡς οὐχ ὑπʼ ἐνδείας ὀχλούμενον ἀλλά τινος δριμύτητος ἢ θερμότητος αὐτῷ παρὰ φύσιν ἐνούσης· οὐκοῦν καὶ τῶν ποριζόντων ὁ μὲν ἐνδεὴς· καὶ ἄπορος παύσεται ἴσως ἑστίαν κτησάμενος ἢ θησαυρὸν εὑρὼν, ἢ φίλου βοηθήσαντος ἐκτίσας καὶ ἀπαλλαγεὶς τοῦ δανειστοῦ· τὸν δὲ πλείω τῶν ἱκανῶν ἔχοντα καὶ πλειόνων ὀρεγόμενον οὐ χρυσίον ἐστὶν οὐδʼ ἀργύριον τὸ θεραπεῦον οὐδʼ ἵπποι καὶ πρόβατα καὶ βόες, ἀλλʼ ἐκβολῆς δεῖται καὶ καθαρμοῦ. πενία γὰρ οὐκ ἔστιν ἀλλʼ ἀπληστία τὸ πάθος αὐτοῦ καὶ φιλοπλουτία, διὰ κρίσιν φαύλην καὶ ἀλόγιστον ἐνοῦσα· ἣν ἂν μή τις ἐξέληται τῆς ψυχῆς ὥσπερ ἕλμιγγα πλατεῖαν, οὐ παύσονται δεόμενοι τῶν περιττῶν, τουτέστιν ἐπιθυμοῦντες ὧν οὐ δέονται.