Ancient Greek · ~11 min
Section 7
Plutarch, Περὶ φιλοπλουτίας 7
Not analysed yet
ἀλλὰ νὴ Δία, φήσει τις, ὅτι παισὶν οὗτοι καὶ κληρονόμοις φυλάττουσι καὶ θησαυρίζουσι. πῶς; οἷς ζῶντες οὐδὲν μεταδιδόασιν, ἀλλʼ ὥσπερ τῶν μυῶν τῶν ἐν τοῖς μετάλλοις τὴν χρυσῖτιν ἐσθιόντων οὐκ ἔσται τοῦ χρυσίου μεταλαβεῖν, εἰ μὴ νεκρῶν γενομένων καὶ ἀνατμηθέντων. παισὶ δὲ καὶ κληρονόμοις διὰ τί βούλονται πολλὰ χρήματα καὶ μεγάλην οὐσίαν ἀπολιπεῖν; ἵνα δηλονότι καὶ οὗτοι φυλάττωσιν ἑτέροις, κἀκεῖνοι πάλιν παισίν· ὥσπερ οἱ κεραμεοῖ σωλῆνες οὐδὲν ἀναλαμβάνοντες εἰς ἑαυτοὺς ἀλλʼ ἕκαστος εἰς ἕτερον ἐξ ἑαυτοῦ μεθιείς, ἄχρι ἄν τις ἔξωθεν ἢ συκοφάντης ἢ τύραννος ἐκκόψας τὸν φυλάττοντα καὶ κατεάξας ἀλλαχόσε παρατρέψῃ καὶ παροχετεύσῃ τὸν πλοῦτον· ἤ, καθάπερ λέγουσιν, εἷς ὁ πονηρότατος ἐν τῷ γένει γενόμενος, καταφάγῃ τὰ πάντων· οὐ γὰρ μόνον γίγνεται δούλων τέκνα ἀκόλασθʼ ὁμιλεῖν γίνεται δούλων τέκνα ἀλλὰ καὶ μικρολόγων ὥς που καὶ Διογένης ἐπέσκωψεν εἰπὼν Μεγαρέως ἀνδρὸς βέλτιον εἶναι κριὸν ἢ υἱὸν γενέσθαι. καὶ γὰρ οὓς δοκοῦσι παιδεύειν ἀπολλύουσι καὶ προσδιαστρέφουσιν ἐμφυτεύοντες τὴν αὑτῶν φιλαργυρίαν καὶ τὴν μικρολογίαν, ὥσπερ φρούριον τῆς κληρονομίας ἐνοικοδομοῦντες τοῖς κληρονόμοις. ταῦτα γάρ ἐστιν ἃ παραινοῦσι καὶ διδάσκουσι κέρδαινε καὶ φείδου, καὶ τοσούτου νόμιζε σαυτὸν ἄξιον ὅσον ἂν ἔχῃς. τοῦτο δʼ οὐκ ἔστι παιδεύειν, ἀλλὰ συστέλλειν καὶ ἀπορράπτειν ὥσπερ βαλλάντιον, ἵνα στέγειν καὶ φυλάττειν τὸ εἰσβληθὲν δύνηται. καίτοι τὸ μὲν βαλλάντιον ἐμβληθέντος τοῦ ἀργυρίου γίγνεται ῥυπαρὸν καὶ δυσῶδες; οἱ δὲ τῶν φιλαργύρων παῖδες πρὶν ἢ παραλαμβάνειν τὸν πλοῦτον ἀναπίμπλανται τῆς φιλοπλουτίας ἀπʼ αὐτῶν τῶν πατέρων. καὶ μέντοι τῆς διδασκαλίας καὶ μισθοὺς ἀξίους ἀποτίνουσιν αὐτοῖς, οὐ φιλοῦντες ὅτι πολλὰ λήψονται, ἀλλὰ μισοῦντες ὅτι μήπω λαμβάνουσι· μηδὲν γὰρ ἄλλο θαυμάζειν ἢ τὸν πλοῦτον μαθόντες μηδʼ ἐπʼ ἄλλῳ τινὶ ζῆν ἢ τῷ πολλὰ κεκτῆσθαι, κώλυσιν τοῦ ἰδίου βίου τὸν ἐκείνων ποιοῦνται, καὶ νομίζουσιν αὑτῶν ἀφαιρεῖσθαι τὸν χρόνον, ὅσον ἐκείνοις προστίθησι. διὸ καὶ ζώντων μὲν ἔτι τῶν πατέρων λανθάνοντες ἁμωσγέπως παρακλέπτουσι τῆς ἡδονῆς καὶ ἀπολαύουσιν ὥσπερ ἀλλοτρίων μεταδιδόντες φίλοις, ἀναλίσκοντες εἰς ἐπιθυμίας ἔτι ἀκούοντες ἔτι μανθάνοντες. ὅταν δʼ ἀποθανόντων τὰς κλεῖς παραλάβωσι καὶ τὰς σφραγῖδας, ἕτερον βίου σχῆμα αὐτοῖς ἐστι καὶ πρόσωπον ἀγέλαστον αὐστηρὸν ἀνέντευκτον οὐ κολοφὼν οὐ σφαῖρα οὐ τραχηλισμὸς οὐκ Ἀκαδήμεια οὐ Λύκειον, ἀλλʼ οἰκετῶν ἀνάκρισις καὶ γραμματείων ἐπίσκεψις καὶ πρὸς οἰκονόμους ἢ χρεώστας διαλογισμὸς καὶ ἀσχολία καὶ φροντὶς ἀφαιρουμένη τὸ ἄριστον καὶ συνελαύνουσα νυκτὸς εἰς τὸ βαλανεῖον γυμνάσια δʼ οἷσιν ἐνετράφη Δίρκης θʼ ὕδωρ παρώδευται· κἂν εἴπῃ τις οὐκ ἀκούσῃ τοῦ φιλοσόφου; ʼ πόθεν ἐμοί; ʼ φησίν· οὐ σχολάζω τοῦ πατρὸς τεθνηκότος. ὦ ταλαίπωρε, τί σοι τοιοῦτο καταλέλοιπεν οἷον ἀφῄρηται, τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν; μᾶλλον δʼ οὐκ ἐκεῖνος ἀλλʼ ὁ πλοῦτος περιχυθεὶς καὶ κρατήσας, ὥσπερ ἡ παρʼ Ἡσιόδῳ γυνὴ εὔει ἄτερ δαλοῦ καὶ ἐν ὠμῷ γήραϊ θῆκεν; ὥσπερ ῥυτίδας ἀώρους ἢ πολιὰς ἐπαγαγὼν τῇ ψυχῇ τὰς φροντίδας ἐκ τῆς φιλαργυρίας καὶ τῆς ἀσχολίας, ὑφʼ ὧν μαραίνεται τὸ γαῦρον καὶ τὸ φιλότιμον καὶ τὸ φιλάνθρωπον.