Ancient Greek · ~2 min
10.1 to 10.2
Plutarch, Ἀγησίλαος 10.1-2
Not analysed yet
καιροῦ δὲ ὄντος αὖθις ἐμβαλεῖν εἰς τὴν πολεμίαν προεῖπεν εἰς Λυδίαν ἀπάξειν, οὐκέτι ψευδόμενος ἐνταῦθα τὸν Τισαφέρνην· ἀλλʼ ἐκεῖνος ἑαυτὸν ἐξηπάτησε, διὰ τὴν ἔμπροσθεν ἀπάτην ἀπιστῶν τῷ Ἀγησιλάῳ, καὶ νῦν γοῦν αὐτὸν ἅψεσθαι τῆς Καρίας νομίζων οὔσης δυσίππου πολὺ τῷ ἱππικῷ λειπόμενον. ἐπεὶ δέ, ὡς προεῖπεν, ὁ Ἀγησίλαος ἧκεν εἰς τὸ περὶ Σάρδεις πεδίον, ἠναγκάζετο κατὰ σπουδὴν ἐκεῖθεν αὖ βοηθεῖν ὁ Τισαφέρνης· καὶ τῇ ἵππῳ διεξελαύνων διέφθειρε πολλοὺς τῶν ἀτάκτως τὸ πεδίον πορθούντων. ἐννοήσας οὖν ὁ Ἀγησίλαος ὅτι τοῖς πολεμίοις οὔπω πάρεστι τὸ πεζόν, αὐτῷ δὲ τῆς δυνάμεως οὐδὲν ἄπεστιν, ἔσπευσε διαγωνίσασθαι.