Ancient Greek · ~2 min
Chapter 10
Plutarch, Ἀγησίλαος 10.3
Not analysed yet
καὶ τοῖς μὲν ἱππεῦσιν ἀναμίξας τὸ πελταστικόν, ἐλαύνειν ἐκέλευσεν ὡς τάχιστα καὶ προσβάλλειν τοῖς ἐναντίοις, αὐτὸς δὲ εὐθὺς τοὺς ὁπλίτας ἐπῆγε, γενομένης δὲ τροπῆς τῶν βαρβάρων ἐπακολουθήσαντες οἱ Ἕλληνες ἔλαβον τὸ στρατόπεδον καὶ πολλοὺς ἀνεῖλον. ἐκ ταύτης τῆς μάχης οὐ μόνον ὑπῆρξεν αὐτοῖς ἄγειν καὶ φέρειν ἀδεῶς τὴν βασιλέως χώραν, ἀλλὰ καὶ δίκην ἐπιδεῖν Τισαφέρνην διδόντα, μοχθηρὸν ἄνδρα καὶ τῷ γένει τῶν Ἑλλήνων ἀπεχθέστατον.