Ancient Greek
Chapter 14
Plutarch, Ἀγησίλαος 14.2
Not analysed yet
πρός τε θάλπος οὕτω καὶ ψῦχος εἶχεν ὥσπερ μόνος ἀεὶ χρῆσθαι ταῖς ὑπὸ τοῦ θεοῦ κεκραμέναις ὥραις πεφυκώς. ἥδιστον δὲ θέαμα τοῖς κατοικοῦσι τὴν Ἀσίαν Ἕλλησιν ἦσαν οἱ πάλαι βαρεῖς καὶ ἀφόρητοι καὶ διαρρέοντες ὑπὸ πλούτου καὶ τρυφῆς ὕπαρχοι καὶ στρατηγοὶ δεδιότες καὶ θεραπεύοντες ἄνθρωπον ἐν τρίβωνι περιϊόντα λιτῷ, καὶ πρὸς ἓν ῥῆμα βραχὺ καὶ Λακωνικὸν ἁρμόζοντες ἑαυτοὺς καὶ μετασχηματίζοντες, ὥστε πολλοῖς ἐπῄει τὰ τοῦ Τιμοθέου λέγειν, Ἄρης τύραννος· χρυσὸν δὲ Ἕλλας οὐ δέδοικε.