Ancient Greek
Chapter 15
Plutarch, Ἀγησίλαος 15.1
Not analysed yet
κινουμένης δὲ τ̣ῆς; Ἀσίας καὶ πολλαχοῦ πρὸς ἀπόστασιν ὑπεικούσης, ἁρμοσάμενος τὰς αὐτόθι πόλεις, καὶ ταῖς πολιτείαις δίχα φόνου καὶ φυγῆς ἀνθρώπων ἀποδοὺς τὸν προσήκοντα κόσμον, ἐγνώκει πρόσω χωρεῖν, καὶ τὸν πόλεμον διάρας ἀπὸ τῆς Ἑλληνικῆς θαλάττης, περὶ τὸν σώματος βασιλεῖ καὶ τῆς ἐν Ἐκβατάνοις καὶ Σούσοις εὐδαιμονίας διαμάχεσθαι, καὶ περισπάσαι πρῶτον αὐτοῦ τὴν σχολήν, ὡς μὴ καθέζοιτο τοὺς πολέμους βραβεύων τοῖς Ἕλλησι καὶ διαφθείρων τοὺς δημαγωγούς.