Ancient Greek · ~3 min
21.1 to 21.2
Plutarch, Ἀγησίλαος 21.1-2
Not analysed yet
μέγιστον οὖν δυνάμενος ἐν τῇ πόλει διαπράττεται Τελευτίαν τὸν ὁμομήτριον ἀδελφὸν ἐπὶ τοῦ ναυτικοῦ γενέσθαι, καί στρατευσάμενος εἰς Κόρινθον αὐτὸς μὲν ᾕρει κατὰ γῆν τὰ μακρὰ τείχη, ταῖς δὲ ναυσὶν ὁ Τελευτίας Ἀργείων δὲ τὴν Κόρινθον ἐχόντων τότε καί τὰ Ἴσθμια συντελούντων, ἐπιφανεὶς ἐκείνους μὲν ἐξήλασεν ἄρτι τῷ θεῷ τεθυκότας, τὴν παρα σκευὴν ἅπασαν ἀπολιπόντας· ἐπεὶ δὲ τῶν Κορινθίων ὅσοι φυγάδες ἔτυχον παρόντες ἐδεήθησαν αὐτοῦ τὸν ἀγῶνα διαθεῖναι, τοῦτο μὲν Οὐκ ἐποίησεν, αὐτῶν δὲ ἐκείνων διατιθέντων καί συντελούντων παρέμεινε καί παρέσχεν ἀσφάλειαν. ὕστερον δὲ ἀπελθόντος αὐτοῦ πάλιν ὑπʼ Ἀργείων ἤχθη τὰ Ἴσθμια, καί τινες μὲν ἐνίκησαν πάλιν, εἰσὶ δὲ οἳ νενικηκότες πρότερον, ἡττημένοι δὲ ὕστερον, ἀνεγράφησαν.