Ancient Greek · ~2 min
Chapter 21
Plutarch, Ἀγησίλαος 21.3
Not analysed yet
ἐπὶ τούτῳ δὲ πολλὴν ἀπέφηνε δειλίαν κατηγορεῖν ἑαυτῶν τοὺς Ἀργείους ὁ Ἀγησίλαος, εἰ σεμνὸν οὕτω καί μέγα τὴν ἀγωνοθεσίαν ἡγούμενοι μάχεσθαι περὶ αὐτῆς Οὐκ ἐτόλμησαν. αὐτὸς δὲ πρὸς ταῦτα πάντα μετρίως ᾤετο δεῖν ἔχειν, καί τοὺς μὲν οἴκοι χοροὺς καί ἀγῶνας ἐπεκόσμει καί συμπαρῆν ἀεὶ φιλοτιμίας καί σπουδῆς μεστὸς ὢν καί οὔτε παίδων οὔτε παρθένων ἁμίλλης ἀπολειπόμενος, ἃ δὲ τοὺς ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μηδὲ γινώσκειν.