Ancient Greek · ~1 min
Chapter 28
Plutarch, Ἀγησίλαος 28.1
Not analysed yet
ὁρῶν οὖν ὁ Ἀγησίλαος ὑπερφυῶς ἀγαμένους καὶ προσέχοντας αὐτῷ τοὺς Ἕλληνας, ἠρώτησεν εἰ νομίζει δίκαιον εἶναι καὶ ἴσον αὐτονομεῖσθαι τὴν Βοιωτίαν. ἀντερωτήσαντος δὲ τοῦ Ἐπαμεινώνδου ταχὺ καὶ τεθαρρηκότως εἰ κἀκεῖνος οἴεται δίκαιον αὐτονομεῖσθαι τὴν Λακωνικήν, ἀναπηδήσας ὁ Ἀγησίλαος μετʼ ὀργῆς ἐκέλευσε λέγειν σαφῶς αὐτὸν εἰ τὴν Βοιωτίαν ἀφίησιν αὐτόνομον.