Ancient Greek · ~2 min
Chapter 28
Plutarch, Ἀγησίλαος 28.2
Not analysed yet
τὸ δὲ αὐτὸ τοῦτο πάλιν τοῦ Ἐπαμεινώνδου φήσαντος, εἰ τὴν Λακωνικὴν ἀφίησιν αὐτόνομον, οὕτω τραχέως ἔσχεν ὁ Ἀγησίλαος καὶ τὴν πρόφασιν ἠγάπησεν ὡς εὐθὺς ἐξαλεῖψαι τὸ τῶν Θηβαίων ὄνομα τῆς εἰρήνης καὶ προειπεῖν πόλεμον αὐτοῖς τοὺς δὲ ἄλλους Ἕλληνας διαλλαγέντας ἐκέλευσεν ἀπιέναι, τὰ μὲν ἀκεστὰ τῆς εἰρήνης, τὰ δὲ ἀνήκεστα τοῦ πολέμου ποιοῦντας. ἔργον γὰρ ἦν πάσας ἐκκαθᾶραι καὶ διαλῦσαι τὰς ἀμφιλογίας.