Ancient Greek · ~2 min
Chapter 39
Plutarch, Ἀγησίλαος 39.1
Not analysed yet
ἐπελθόντων δὲ τῶν πολεμίων καὶ περιταφρευόντων τὴν πόλιν, αὖθις αὖ δείσας τὴν πολιορκίαν ὁ Αἰγύπτιος ἐβούλετο μάχεσθαι καὶ τοὺς Ἕλληνας μάλα συμπροθυμουμένους εἶχεν· οὐ γὰρ ἦν ἐν τῷ χωρίῳ σῖτος, ὁ δὲ Ἀγησίλαος οὐκ ἐῶν, ἀλλὰ κωλύων ἤκουε μὲν ἔτι μᾶλλον κακῶς ἢ πρότερον ὑπὸ τῶν Αἰγυπτίων καὶ προδότης ἀπεκαλεῖτο τοῦ βασιλέως, ἔφερε δὲ πρᾳότερον ἤδη τὰς διαβολὰς καὶ προσεῖχε τῷ καιρῷ τοῦ στρατηγήματος.