Ancient Greek · ~2 min
Chapter 39
Plutarch, Ἀγησίλαος 39.2
Not analysed yet
ἦν δὲ τοιόνδε. τάφρον ἔξωθεν ἦγον οἱ πολέμιοι περὶ τὸ τεῖχος βαθεῖαν ὡς παντάπασιν ἀποκλείσοντες αὐτούς, ὡς οὖν ἐγγὺς ἦσαν αἱ τελευταὶ τοῦ ὀρύγματος ἀπαντῶντος αὑτῷ καὶ περιϊόντος ἐν κύκλῳ τὴν πόλιν, ἑσπέραν ἀναμείνας γενέσθαι καὶ κελεύσας ἐξοπλίζεσθαι τοὺς Ἕλληνας ἔλεγεν ἐλθὼν πρὸς τὸν Αἰγύπτιον· ὁ μὲν τῆς σωτηρίας, ὦ νεανία, καιρὸς οὗτός ἐστιν, ὃν ἐγὼ διαφθεῖραι φοβούμενος οὐκ ἔφραζον πρὶν ἐλθεῖν.