Ancient Greek · ~2 min
6.2 to 6.3
Plutarch, Ἀγησίλαος 6.2-3
Not analysed yet
ἅμα δὲ τοῖς ἐν Ἀσίᾳ φίλοις ἐπέστελλε πέμπειν εἰς Λακεδαίμονα καὶ στρατηγὸν Ἀγησίλαον αἰτεῖσθαι. παρελθὼν οὖν εἰς τὸ πλῆθος Ἀγησίλαος ἀνεδέξατο τὸν πόλεμον, εἰ δοῖεν αὐτῷ τριάκοντα μὲν ἡγεμόνας καὶ συμβούλους Σπαρτιάτας, νεοδαμώδεις δὲ λογάδας δισχιλίους, τὴν δὲ συμμαχικὴν εἰς ἑξακισχιλίους δύναμιν. συμπράττοντος δὲ τοῦ Λυσάνδρου πάντα προθύμως ἐψηφίσαντο, καὶ τὸν Ἀγησίλαον ἐξέπεμπον εὐθὺς ἔχοντα τοὺς τριάκοντα Σπαρτιατας, ὧν ὁ Λύσανδρος ἦν πρῶτος, οὐ διὰ τὴν ἑαυτοῦ δόξαν καὶ δύναμιν μόνον, ἀλλὰ καὶ διὰ τὴν Ἀγησιλάου φιλίαν, ᾧ μεῖζον ἐδόκει τῆς βασιλείας ἀγαθὸν διαπεπρᾶχθαι τὴν στρατηγίαν ἐκείνην.