Ancient Greek · ~2 min
Chapter 6
Plutarch, Ἀγησίλαος 6.4
Not analysed yet
ἀθροιζομένης δὲ τῆς δυνάμεως εἰς Γεραιστόν, αὐτὸς εἰς Αὐλίδα κατελθὼν μετὰ τῶν φίλων καὶ νυκτερεύσας ἔδοξε κατὰ τοὺς ὕπνους εἰπεῖν τινα πρὸς αὐτόν· ὦ βασιλεῦ Λακεδαιμονίων, ὅτι μὲν οὐδεὶς τῆς Ἑλλάδος ὁμοῦ συμπάσης ἀπεδείχθη στρατηγὸς ἢ πρότερον Ἀγαμέμνων καὶ σὺ νῦν μετʼ ἐκεῖνον, ἐννοεῖς δήπουθεν ἐπεὶ δὲ τῶν μὲν αὐτῶν ἄρχεις ἐκείνῳ, τοῖς δὲ αὐτοῖς πολεμεῖς, ἀπὸ δὲ τῶν αὐτῶν τόπων ὁρμᾷς ἐπὶ τὸν πόλεμον, εἰκός ἐστι καὶ θῦσαί σε τῇ θεῷ θυσίαν ἣν ἐκεῖνος ἐνταῦθα θύσας ἐξέπλευσεν.