Ancient Greek · ~2 min
Chapter 6
Plutarch, Ἀγησίλαος 6.5
Not analysed yet
ἅμα δέ πως ὑπῆλθε τὸν Ἀγησίλαον ὁ τῆς κόρης σφαγιασμός, ἣν ὁ πατὴρ ἔσφαξε πεισθεὶς τοῖς μάντεσιν. οὐ μὴν διετάραξεν αὐτόν, ἀλλʼ ἀναστὰς καὶ διηγησάμενος τοῖς φίλοις τὰ φανέντα τὴν μὲν θεὸν ἔφη τιμήσειν οἷς εἰκός ἐστι χαίρειν θεὸν οὖσαν, οὐ μιμήσεσθαι δὲ τὴν ἀπάθειαν τοῦ τότε στρατηγοῦ, καὶ καταστέψας ἔλαφον ἐκέλευσεν ἀπάρξασθαι τὸν ἑαυτοῦ μάντιν, οὐχ ὥσπερ εἰώθει τοῦτο ποιεῖν ὁ ὑπὸ τῶν Βοιωτῶν τεταγμένος.