Ancient Greek
Chapter 7
Plutarch, Ἀγησίλαος 7.1
Not analysed yet
ἐπεὶ δὲ ἧκεν εἰς Ἔφεσον, εὐθὺς ἀξίωμα μέγα καὶ δύναμις ἦν ἐπαχθὴς καὶ βαρεῖα περὶ τὸν Λύσανδρον, ὄχλου φοιτῶντος ἐπὶ τὰς θύρας ἑκάστοτε καὶ πάντων παρακολουθούντων καὶ θεραπευόντων ἐκεῖνον, ὡς ὄνομα μὲν καὶ σχῆμα τῆς στρατηγίας τὸν Ἀγησίλαον ἔχοντα, διὰ τὸν νόμον, ἔργῳ δὲ κύριον ὄντα ἁπάντων καὶ δυνάμενον καὶ πράττοντα πάντα τὸν Λύσανδρον.