Ancient Greek · ~2 min
Chapter 7
Plutarch, Ἀγησίλαος 7.2
Not analysed yet
οὐδεὶς γὰρ δεινότερος οὐδὲ φοβερώτερος ἐκείνου τῶν εἰς τὴν Ἀσίαν ἀποσταλέντων ἐγένετο στρατηγῶν, οὐδὲ μείζονα τοὺς φίλους ἀνὴρ ἄλλος εὐεργέτησεν οὐδὲ κακὰ τηλικαῦτα τοὺς ἐχθροὺς ἐποίησεν. ὧν ἔτι προσφάτων ὄντων οἱ ἄνθρωποι μνημονεύοντες, ἄλλως δὲ τὸν μὲν Ἀγησίλαον ἀφελῆ καὶ λιτὸν ἐν ταῖς ὁμιλίαις καὶ δημοτικὸν ὁρῶντες, ἐκείνῳ δὲ τὴν αὐτὴν ὁμοίως σφοδρότητα καὶ τραχύτητα καὶ βραχυλογίαν παροῦσαν, ὑπέπιπτον αὐτῷ παντάπασι καὶ μόνῳ προσεῖχον.