Ancient Greek · ~8 min
Section 1
Plutarch, Περὶ πολυπραγμοσύνης 1
Not analysed yet
ἄπνουν ἢ σκοτεινὴν ἢ δυσχείμερον οἰκίαν ἢ νοσώδη φυγεῖν μὲν ἴσως ἄριστον· ἂν δὲ φιλοχωρῇ τις ὑπὸ συνηθείας, ἔστι καὶ φῶτα μεταθέντα καὶ κλίμακα μεταβαλόντα καὶ θύρας τινὰς ἀνοίξαντα τὰς δὲ κλείσαντα, λαμπροτέραν εὐπνουστέραν ὑγιεινοτέραν ἐργάσασθαι. καὶ πόλεις τινὲς οὕτω μεταθέντες ὠφέλησαν ὥσπερ τὴν ἐμὴν πατρίδα πρὸς ζέφυρον ἄνεμον κεκλιμένην, καὶ τὸν ἥλιον ἐρείδοντα δείλης ἀπὸ τοῦ Παρνασοῦ δεχομένην ἐπὶ τὰς ἀνατολὰς; τραπῆναι λέγουσιν ὑπὸ τοῦ Χαίρωνος. ὁ δὲ φυσικὸς Ἐμπεδοκλῆς ὄρους τινὰ διασφάγα βαρὺν καὶ νοσώδη κατὰ τῶν πεδίων τὸν νότον ἐμπνέουσαν ἐμφράξας, λοιμὸν ἔδοξεν ἐκκλεῖσαι τῆς χώρας. ἐπεὶ τοίνυν ἔστι τινὰ πάθη νοσώδη καὶ βλαβερὰ καὶ χειμῶνα παρέχοντα τῇ ψυχῇ καὶ σκότος, ἄριστον μὲν ἐξωθεῖν ταῦτα καὶ καταλύειν εἰς ἔδαφος, αἰθρίαν καὶ φῶς καὶ πνεῦμα καθαρὸν διδόντας ἑαυτοῖς· εἰ δὲ μή, μεταλαμβάνειν γε καὶ μεθαρμόττειν ἁμωσγέπως περιάγοντας ἢ στρέφοντας. οἷον εὐθὺς ἡ πολυπραγμοσύνη φιλομάθειὰ τίς ἐστιν ἀλλοτρίων κακῶν, οὔτε φθόνου δοκοῦσα καθαρεύειν νόσος οὔτε κακοηθείας. τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε, κακὸν ὀξυδορκεῖς τὸ δʼ ἴδιον παραβλέπεις; μετάθες ἔξωθεν καὶ μετάστρεψον εἴσω τὴν πολυπραγμοσύνην εἰ χαίρεις κακῶν μεταχειριζόμενος ἱστορίαν, ἔχεις οἴκοι πολλὴν διατριβήν· ὅσσον ὕδωρ κατʼ Ἀλιζόνος ἢ δρυὸς ἀμφὶ πέτηλα,ʼ τοσοῦτον πλῆθος εὑρήσεις ἁμαρτημάτων ἐν τῷ βίῳ καὶ παθῶν ἐν τῇ ψυχῇ καὶ παροραμάτων ἐν τοῖς καθήκουσιν. ὡς γὰρ ὁ Ξενοφῶν λέγει τοῖς οἰκονομικοῖς ἴδιον εἶναι τῶν ἀμφὶ θυσίαν σκευῶν, ἴδιον τῶν ἀμφὶ δεῖπνα τόπον, ἀλλαχοῦ κεῖσθαι τὰ γεωργικά, χωρὶς τὰ πρὸς πόλεμον· οὕτω σοὶ τὰ μέν ἐστιν ἀπὸ φθόνου κακὰ κείμενα τὰ δʼ ἀπὸ ζηλοτυπίας τὰ δʼ ἀπὸ δειλίας τὰ δʼ ἀπὸ μικρολογίας· ταῦτʼ ἔπελθε, ταῦτʼ ἀναθεώρησον τὰς εἰς γειτόνων θυρίδας καὶ τὰς παρόδους τῆς πολυπραγμοσύνης ἔμφραξον, ἑτέρας δʼ ἄνοιξον εἰς τὴν ἀνδρωνῖτιν τὴν σεαυτοῦ φερούσας, εἰς τὴν γυναικωνῖτιν, εἰς τὰς τῶν θεραπόντων διαίτας· ἐνταῦθʼ ἔχει διατριβὰς οὐκ ἀχρήστους οὐδὲ κακοήθεις ἀλλʼ ὠφελίμους καὶ σωτηρίους τὸ φιλοπευθὲς τοῦτο καὶ φιλόπραγμον, ἑκάστου πρὸς ἑαυτὸν λέγοντος πῆ παρέβην; τί δʼ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;