Ancient Greek · ~5 min
Section 4
Plutarch, Περὶ πολυπραγμοσύνης 4
Not analysed yet
καὶ καθάπερ τοῦ κωμῳδουμένου Κλέωνος τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ νοῦς δʼ ἐν Κλωπιδῶν. οὕτω τοῦ πολυπράγμονος ὁ νοῦς ἅμʼ ἐν πλουσίων οἴκοις ἐστὶν ἐν δωματίοις πενήτων ἐν αὐλαῖς βασιλέων ἐν θαλάμοις νεογάμων · πάντα πράγματα ζητεῖ, τὰ ξένων τὰ ἡγεμόνων· οὐδʼ ἀκινδύνως ταῦτα ζητῶν· ἀλλʼ οἷον, εἴ τις ἀκονίτου γεύοιτο πολυπραγμονῶν τὴν ποιότητα, φθάσει τῆς αἰσθήσεως προανελὼν τὸν προαισθανόμενον· οὕτως οἱ τὰ τῶν μειζόνων κακὰ ζητοῦντες προαναλίσκουσι τῆς γνώσεως ἑαυτούς. καὶ γὰρ οἱ τοῦ ἡλίου τὴν ἄφθονόν γε ταύτην καὶ κατακεχυμένην ἅπασιν ἀκτῖνα παρορῶντες, αὐτὸν δὲ τὸν κύκλον ἀναιδῶς καταβλέπειν καὶ διαστέλλειν τὸ φῶς εἴσω βιαζόμενοι καὶ τολμῶντες, ἀποτυφλοῦνται. διὸ καλῶς Φιλιππίδης ὁ κωμῳδιοποιός, εἰπόντος αὐτῷ ποτε Λυσιμάχου τοῦ βασιλέως τίνος σοι τῶν ἐμῶν μεταδῶ; μόνον εἶπεν ὦ βασιλεῦ, μὴ τῶν ἀπορρήτων τὰ γὰρ ἥδιστα καὶ κάλλιστα τῶν βασιλέων ἔξω πρόκειται, τὰ δεῖπνα, οἱ πλοῦτοι, αἱ πανηγύρεις, αἱ χάριτες· εἰ δέ τι ἀπόρρητον ἐστι, μὴ προσέλθῃς μηδὲ κινήσῃς; . οὐ κρύπτεται χαρὰ βασιλέως εὐτυχοῦντος οὐδὲ γέλως παίζοντος οὐδὲ φιλανθρωπίας; παρασκευὴ καὶ χάριτος· φοβερόν ἐστι τὸ κρυπτόμενον, σκυθρωπὸν ἀγέλαστον δυσπρόσιτον, ὀργῆς τινος ὑπούλου θησαυρὸς ἢ τιμωρίας βαρυθύμου σκέψις ἢ ζηλοτυπία γυναικὸς ἢ πρὸς υἱὸν ὑποψία τις ἢ πρὸς φίλον ἀπιστία. φεῦγε τὸ μελαῖνον τοῦτο καὶ συνιστάμενον νέφος· οὐ λήσεταί σε βροντῆσαν οὐδʼ ἀστράψαν, ὅταν ἐκραγῇ τὸ νῦν κρυπτόμενον.