Ancient Greek
Section 12
Plutarch, Περὶ τῶν ἐκλελοιπότων 12
Not analysed yet
καὶ ὁ Κλεόμβροτος ἀκούω ταῦτʼ ἔφη πολλῶν καὶ ὁρῶ τὴν Στωικὴν ἐκπύρωσιν ὥσπερ τὰ Ἡρακλείτου καὶ Ὀρφέως ἐπινεμομένην ἔπη οὕτω καὶ τὰ Ἡσιόδου καὶ συνεξάπτουσαν ἀλλʼ οὔτε τοῦ κόσμου τὴν φθορὰν ἀνέχομαι λεγομένην, τὰ τʼ ἀμήχανα καὶ ὧν ὑπόμνησις τῶν φωνῶν μάλιστα περὶ τὴν κορώνην καὶ τὴν ἔλαφον ἐκδύεσθαι ἐπὶ τοὺς ὑπερβάλλοντας. οὐκ ἐνιαυτὸς ἀρχὴν ἐν, αὑτῷ καὶ τελευτὴν ὁμοῦ τι πάντων ὧν φέρουσιν ὧραι γῆ δὲ φύει περιέχων, οὐδʼ ἀνθρώπων ἀπὸ τρόπου γενεὰ κέκληται. καὶ γὰρ ὑμεῖς ὁμολογεῖτε δήπου τὸν Ἡσίοδον ἀνθρωπίνην ζωὴν τὴν γενεὰν λέγειν. ἦ γὰρ οὐχ οὕτως· συνέφησεν ὁ Δημήτριος. ἀλλὰ μὴν κἀκεῖνο δῆλον ὁ Κλεόμβροτος; εἶπε τὸ πολλάκις τὸ μετροῦν καὶ τὰ μετρούμενα τοῖς αὐτοῖς ὀνόμασι προσαγορεύεσθαι, κοτύλην καὶ χοίνικα καὶ ἀμφορέα καὶ μέδιμνον. ὃν τρόπον οὖν τοῦ παντὸς ἀριθμοῦ τὴν μονάδα μέτρον οὖσαν ἐλάχιστον καὶ ἀρχὴν ἀριθμὸν καλοῦμεν· οὕτω τὸν ἐνιαυτόν, ᾧ πρώτῳ μετροῦμεν ἀνθρώπου βίον, ὁμωνύμως τῷ μετρουμένῳ γενεὰν ὠνόμασεν. καὶ γὰρ οὓς μὲν ἐκεῖνοι ποιοῦσιν ἀριθμοὺς οὐδὲν ἔχουσι τῶν νενομισμένων ἐπιφανῶν καὶ λαμπρῶν ὡς ἐν ἀριθμοῖς· ὁ δὲ τῶν ἐννακισχιλίων ἑπτακοσίων εἴκοσι τὴν γένεσιν ἔσχηκε συνθέσει μὲν ἐκ τῶν ἀπὸ μονάδος τεσσάρων ἐφεξῆς τετράκις γενομένων τεσσάρων · τεσσαράκοντα γὰρ ἑκατέρως γίγνεται. ταῦτα δὲ πεντάκις τριγωνισθέντα τὸν ἐκκείμενον ἀριθμὸν παρέσχεν. ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ διαφέρεσθαι. καὶ γὰρ κἂν πλείων ὁ χρόνος κἂν ἐλάττων κἄν τεταγμένος κἂν ἄτακτος, ἐν ᾧ μεταλλάττει δαίμονος ψυχὴ καὶ ἥρωος βίος, οὐδὲν ἧττον ἐφʼ ᾧ βούλεται δεδείξεται μετὰ μαρτύρων σοφῶν καὶ παλαιῶν, ὅτι φύσεις εἰσί τινές ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων, δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας, οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι.