Ancient Greek · ~7 min
Section 24
Plutarch, Περὶ τῶν ἐκλελοιπότων 24
Not analysed yet
πρῶτον τοίνυν ἔφην ἐγώ τὰ κωλύοντα ποιεῖν κόσμους ἀπείρους οὐκ ἀπείργει πλείονας ἑνὸς ποιεῖν. καὶ γὰρ οἷόν τʼ ἔστιν εἶναι καὶ μαντικὴν καὶ πρόνοιαν ἐν πλείοσι κόσμοις, καὶ τὸ μικροτάτην τύχην παρεμπίπτειν, τὰ δὲ πλεῖστα καὶ μέγιστα τάξιν λαμβάνειν πρὸς γένεσιν καὶ μεταβολήν, ὧν οὐδὲν ἡ ἀπειρία δέχεσθαι πέφυκεν. ἔπειτα τῷ λόγῳ μᾶλλον ἕπεται τὸ τῷ θεῷ μὴ μονογενῆ μηδʼ ἔρημον εἶναι τὸν κόσμον. ἀγαθὸς γὰρ ὢν τελέως οὐδεμιᾶς ἀρετῆς ἐνδεής ἐστιν, ἥκιστα δὲ τῶν περὶ δικαιοσύνην καὶ φιλίαν· κάλλισται γὰρ αὗται καὶ θεοῖς πρέπουσαι. μάτην δʼ οὐδὲν ἔχειν οὐδʼ ἄχρηστον θεὸς πέφυκεν. εἰσὶν οὖν ἐκτὸς ἕτεροι θεοὶ καὶ κόσμοι, πρὸς οὓς χρῆται ταῖς κοινωνικαῖς ἀρεταῖς· οὐ γὰρ πρὸς αὑτὸν οὐδὲ μέρος αὑτοῦ χρῆσίς ἐστι δικαιοσύνης ἢ χάριτος ἢ χρηστότητος ἀλλὰ πρὸς ἄλλους; . ὥστʼ οὐκ εἰκὸς ἄφιλον οὐδʼ ἀγείτονα τόνδʼ οὐδʼ ἄμικτον ἐν ἀπείρῳ κενῷ τὸν κόσμον σαλεύειν· ἐπεὶ καὶ τὴν φύσιν ὁρῶμεν τὰ καθʼ ἕκαστα γένεσιν καὶ εἴδεσιν οἷον ἀγγείοις ἢ περικαρπίοις σπέρματος περιέχουσαν. οὐδὲν γὰρ ἐν ἀριθμῷ τῶν ὄντων ἔστιν, οὗ γε μὴ λόγος ὑπάρχει κοινός, οὐδὲ τυγχάνει τῆς τοιᾶσδε προσηγορίας ὃ μὴ κοινῶς ποιὸν ἢ ἰδίως ἐστίν. ὁ δὲ κόσμος οὐ λέγεται κοινῶς εἶναι ποιός· ἰδίως τοίνυν ποιός ἐστιν ἐκ διαφορᾶς τῆς πρὸς ἄλλα συγγενῆ καὶ ὁμοειδῆ γεγονὼς τοιοῦτος. εἰ γὰρ οὔτʼ ἄνθρωπος εἷς οὔτʼ ἵππος ἐν τῇ φύσει γέγονεν οὔτʼ ἄστρον οὔτε θεὸς οὔτε δαίμων, τί κωλύει μηδὲ κόσμον ἕνα τὴν φύσιν ἔχειν ἀλλʼ ἢ πλείονας; ὁ γὰρ λέγων, ὅτι καὶ γῆν μίαν ἔχει καὶ θάλατταν, ἐμφανὲς τι παρορᾷ τὸ τῶν ὁμοιομερῶν τήν τε γὰρ γῆν εἰς ὁμώνυμα μέρη καὶ τὴν θάλατταν ὡσαύτως διαιροῦμεν· τοῦ δὲ κόσμου μέρος οὐκέτι κόσμος ἀλλʼ ἐκ διαφόρων φύσεων συνέστηκε.