Ancient Greek · ~8 min
Section 39
Plutarch, Περὶ τῶν ἐκλελοιπότων 39
Not analysed yet
ταῦτα δὴ καὶ τῶν ἄλλων συμπαρακαλούντων, μικρὸν ἐγὼ σιωπήσας καὶ μὴν ἀπὸ τύχης τινός, ὦ Ἀμμώνιε, τοῖς τότε λόγοις αὐτὸς ἀρχήν τινα καὶ πάροδον ἐνδέδωκας. εἰ γὰρ αἱ διακριθεῖσαι σώματος ἢ μὴ μετασχοῦσαι τὸ παράπαν ψυχαὶ δαίμονές εἰσι κατὰ σὲ καὶ τὸν θεῖον Ἡσίοδον ἁγνοὶ ἐπιχθόνιοι φύλακες θνητῶν ἀνθρώπων διὰ τί τὰς ἐν τοῖς σώμασι ψυχὰς; ἐκείνης τῆς δυνάμεως ἀποστεροῦμεν, ᾗ τὰ μέλλοντα καὶ προγιγνώσκειν πεφύκασι καὶ προδηλοῦν οἱ δαίμονες; οὔτε γὰρ δύναμιν οὔτε μέρος οὐδὲν ἐπιγίγνεσθαι ταῖς ψυχαῖς, ὅταν ἀπολίπωσι τὸ σῶμα, μὴ κεκτημέναις πρότερον εἰκός ἐστιν· ἀλλʼ ἀεὶ μὲν ἔχειν ἔχειν δὲ φαυλότερα τῷ σώματι μεμιγμένας, καὶ τὰ μὲν ὅλως ἄδηλα καὶ κεκρυμμένα τὰ δʼ ἀσθενῆ καὶ ἀμαυρὰ καὶ τοῖς διʼ ὁμίχλης ὁρῶσιν ἢ κινουμένοις ἐν ὑγρῷ παραπλησίως δύσεργα καὶ βραδέα, καὶ πολλὴν ποθοῦντα θεραπείαν τοῦ οἰκείου καὶ ἀνάληψιν ἀφαίρεσιν δὲ καὶ κάθαρσιν τοῦ καλύπτοντος. ὥσπερ γὰρ ὁ ἥλιος οὐχ ὅταν διαφύγῃ τὰ νέφη γίγνεται λαμπρός, ἀλλʼ ἔστι μὲν ἀεὶ φαίνεται δʼ ἡμῖν ἐν ὁμίχλῃ δυσφαὴς καὶ ἀμαυρός· οὕτως ἡ ψυχὴ τὴν μαντικὴν οὐκ ἐπικτᾶται δύναμιν ἐκβᾶσα τοῦ σώματος ὥσπερ νέφους, ἀλλʼ ἔχουσα καὶ νῦν τυφλοῦται διὰ τὴν πρὸς τὸ θνητὸν ἀνάμιξιν αὐτῆς καὶ σύγχυσιν. οὐ δεῖ δὲ θαυμάζειν οὐδʼ ἀπιστεῖν ὁρῶντας, εἰ μηδὲν ἄλλο, τῆς ψυχῆς τὴν ἀντίστροφον τῇ μαντικῇ δύναμιν, ἣν μνήμην καλοῦμεν, ἡλίκον ἔργον ἀποδείκνυται τῷ σῴζειν τὰ παρῳχημένα καὶ φυλάττειν, μᾶλλον δὲ τὰ μηδὲ ὄντα· τῶν γὰρ γεγονότων οὐδὲν ἔστιν οὐδʼ ὑφέστηκεν, ἀλλʼ ἅμα γίγνεται πάντα καὶ φθείρεται, καὶ πράξεις καὶ λόγοι καὶ παθήματα, τοῦ χρόνου καθάπερ ῥεύματος ἕκαστα παραφέροντος αὕτη δὲ τῆς ψυχῆς ἡ δύναμις οὐκ οἶδʼ ὅντινα τρόπον ἀντιλαμβανομένη τοῖς μὴ παροῦσι φαντασίαν καὶ οὐσίαν περιτίθησιν. ὁ μὲν γὰρ Θεσσαλοῖς περὶ Ἄρνης δοθεὶς χρησμὸς ἐκέλευε φράζειν κωφοῦ τʼ ἀκοὴν τυφλοῖό τε δέρξιν ἡ δὲ μνήμη καὶ κωφῶν πραγμάτων ἀκοὴ καὶ τυφλῶν ὄψις ἡμῖν ἐστιν. ὅθεν, ὡς ἔφην, οὐκ ἔστι θαυμαστόν, εἰ κρατοῦσα τῶν μηκέτʼ ὄντων προλαμβάνει πολλὰ τῶν μηδέπω γεγονότων· ταῦτα γὰρ αὐτῇ μᾶλλον προσήκει καὶ τούτοις συμπαθής ἐστι· καὶ γὰρ ἐπιβάλλεται καὶ προτίθεται πρὸς τὰ μέλλοντα καὶ παρῳχημένων καὶ τέλος ἐχόντων ἀπήλλακται πλὴν τοῦ μνημονεύειν.