Ancient Greek · ~4 min
Section 49
Plutarch, Περὶ τῶν ἐκλελοιπότων 49
Not analysed yet
οὐδέ γε προθυόμενοι καὶ καταστέφοντες ἱερεῖα καὶ κατασπένδοντες ἐναντία τῷ λόγῳ τούτῳ πράττομεν. οἱ γὰρ ἱερεῖς καὶ ὅσιοι θύειν φασὶ τὸ ἱερεῖον καὶ κατασπένδειν καὶ τὴν κίνησιν αὐτοῦ καὶ τὸν τρόμον ἀποθεωρεῖν, ἑτέρου τίνος τοῦτο σημεῖον ἢ τοῦ θεμιστεύειν τὸν θεὸν λαμβάνοντες; δεῖ γὰρ τὸ θύσιμον τῷ τε σώματι καὶ τῇ ψυχῇ καθαρὸν εἶναι καὶ ἀσινὲς καὶ ἀδιάφθορον. μήνυτρα μὲν οὖν τῶν περὶ τὸ σῶμα κατιδεῖν οὐ πάνυ χαλεπόν ἐστι; τὴν δὲ ψυχὴν δοκιμάζουσι, τοῖς μὲν ταύροις ἄλφιτα τοῖς δὲ κάπροις ἐρεβίνθους παρατιθέντες· τὸ γὰρ μὴ γευσάμενον ὑγιαίνειν οὐκ οἴονται. τὴν δʼ αἶγα διελέγχειν τὸ ψυχρὸν ὕδωρ· οὐ γὰρ εἶναι ψυχῆς κατὰ φύσιν ἐχούσης τὸ πρὸς τὴν κατάσπεισιν ἀπαθὲς καὶ ἀκίνητον. ἐγὼ δέ, κἂν ᾖ βέβαιον ὅτι σημεῖόν ἐστι τοῦ θεμιστεύειν τὸ σείσασθαι καὶ τοῦ μὴ θεμιστεύειν τοὐναντίον, οὐχ ὁρῶ τί συμβαίνει δυσχερὲς ἀπʼ αὐτοῦ τοῖς εἰρημένοις. πᾶσα γὰρ δύναμις ὃ πέφυκε σὺν καιρῷ βέλτιον ἢ χεῖρον ἀποδίδωσι τοῦ δὲ καιροῦ διαφεύγοντος ἡμᾶς, σημεῖα διδόναι τὸν θεὸν εἰκός ἐστιν.