Ancient Greek · ~10 min
Section 5
Plutarch, Περὶ τῶν ἐκλελοιπότων 5
Not analysed yet
παυσαμένου δὲ τοῦ Ἀμμωνίου μᾶλλον ἔφην ἐγώ περὶ τοῦ μαντείου δίελθʼ ἡμῖν, ὦ Κλεόμβροτε· μεγάλη γὰρ ἡ παλαιὰ δόξα τῆς ἐπεῖ θειότητος, τὰ δὲ νῦν ἔοικεν ὑπομαραίνεσθαι. τοῦ δὲ Κλεομβρότου σιωπῶντος καὶ κάτω βλέποντος, ὁ Δημήτριος οὐδέν ἔφη δεῖ περὶ τῶν ἐπεῖ πυνθάνεσθαι καὶ διαπορεῖν τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυεῖν ἁπάντων ἔκλειψιν ὁρῶντας· ἀλλʼ ἐκεῖνο σκοπεῖν, διʼ ἣν αἰτίαν οὕτως ἐξησθένηκε. τὰ γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου τὴν Βοιωτίαν ἕνεκα χρηστηρίων πολύφωνον οὖσαν ἐν τοῖς πρότερον χρόνοις νῦν ἐπιλέλοιπε κομιδῇ καθάπερ νάματα, καὶ πολὺς ἐπέσχηκε μαντικῆς αὐχμὸς τὴν χώραν; οὐδαμοῦ γὰρ ἀλλαχόθι νῦν ἢ περὶ Λεβάδειαν ἡ Βοιωτία παρέχει τοῖς χρῄζουσιν ἀρύσασθαι μαντικῆς, τῶν δʼ ἄλλων τὰ μὲν σιγὴ τὰ δὲ παντελὴς ἐρημία κατέσχηκε. καίτοι γε περὶ τὰ Μηδικὰ μὲν εὐδοκίμησεν οὐχ ἧττον ἢ τὸ τοῦ Ἀμφιάρεω καὶ ἀπεπειράθη Μῦς ὡς ἔοικεν ἀμφοτέρων. ὁ μὲν οὖν τοῦ Πτῴου μαντείου προφήτης φωνῇ Αἰολίδι χρώμενος τὸ πρὸ τοῦ τότε τῇ τῶν βαρβάρων χρησμὸν ἐξήνεγκεν, ὥστε μηδένα ξυνεῖναι ἁγίων τῶν παρόντων ὃν ἐκεῖνον, ὡς τοῦ ἐνθουσιασμοῦ τι τοῖς βαρβάροις οὐκ ἔστιν οὐδὲ δέδοται φωνὴν Ἑλληνίδα λαβεῖν τὸ προσταττόμενον ὑπηρετοῦσαν. ὁ δὲ πεμφθεὶς εἰς Ἀμφιάρεω δοῦλος ἔδοξε κατὰ τοὺς ὕπνους ὑπηρέτην τοῦ θεοῦ φανέντα, πρῶτον μὲν ἀπὸ φωνῆς ἐκβάλλειν αὐτόν, ὡς τοῦ θεοῦ μὴ παριέντος, ἔπειτα ταῖς χερσὶν ὠθεῖν ἐπιμένοντος δέ, λίθον εὐμεγέθη λαβόντα τὴν κεφαλὴν πατάξαι. ταῦτα δʼ ἦν ὥσπερ ἀντίφωνα τῶν γενησομένων · ἡττήθη γὰρ ὁ Μαρδόνιος, οὐ βασιλέως ἀλλʼ ἐπιτρόπου καὶ διακόνου βασιλέως ἡγουμένου τῶν Ἑλλήνων, καὶ λίθῳ πληγεὶς ἔπεσεν, ὥσπερ ὁ Λυδὸς ἔδοξε πληγῆναι κατὰ τοὺς ὕπνους. ἤκμαζε δὲ τότε καὶ τὸ περὶ τὰς Τεγύρας χρηστήριον, ὅπου καὶ γενέσθαι τὸν θεὸν ἱστοροῦσι, καὶ ναμάτων δυεῖν παραρρεόντων τὸ μὲν Φοίνικα θάτερον δʼ Ἐλαίαν ἄχρι νῦν ὡς ἔνιοι λέγουσιν. ἐν μὲν οὖν τοῖς Μηδικοῖς Ἐχεκράτους προφητεύοντος, ἀνεῖλε νίκην καὶ κράτος πολέμου τοῖς Ἕλλησιν ὁ θεός· ἐν δὲ τῷ Πελοποννησιακῷ πολέμῳ Δηλίοις ἐκπεσοῦσι τῆς νήσου φασὶ χρησμὸν ἐκ Δελφῶν κομισθῆναι, προστάττοντα τὸν τόπον ἀνευρεῖν, ἐν ᾧ γέγονεν ὁ Ἀπόλλων, καὶ θυσίας τινὰς ἐκεῖ τελέσαι. θαυμαζόντων δὲ καὶ διαπορούντων, εἰ μὴ παρʼ αὐτοῖς ὁ θεὸς ἀλλʼ ἑτέρωθι γεγόνοι, τὴν Πυθίαν προσανελεῖν, ὅτι κορώνη φράσει τὸ χωρίον αὐτοῖς. ἀπιόντας οὖν ἐν Χαιρωνείᾳ γενέσθαι, καὶ τῆς πανδοκευτρίας ἀκοῦσαι πρός τινας ξένους βαδίζοντας εἰς Τεγύρας περὶ τοῦ χρηστηρίου διαλεγομένης· τῶν δὲ ξένων, ὡς ἀπῄεσαν, ἀσπαζομένων καὶ προσαγορευόντων τὴν ἄνθρωπον, ὅπερ ὠνομάζετο, Κορώνην, συνεῖναι τὸ λόγιον, καὶ θύσαντας ἐν ταῖς Τεγύραις τυχεῖν καθόδου μετʼ ὀλίγον χρόνον. γεγόνασι δὲ καὶ νεώτεραι τούτων ἐπιφάνειαι περὶ τὰ μαντεῖα ταῦτα, νῦν δʼ ἐκλέλοιπεν ὥστε τὴν αἰτίαν ἄξιον εἶναι παρὰ τῷ Πυθίῳ διαπορῆσαι τῆς μεταβολῆσ.