Ancient Greek · ~4 min
Section 2
Plutarch, Περὶ φυγῆς 2
Not analysed yet
ὅθεν αὐτοὶ καθʼ αὑτοὺς γιγνόμενοι τῶν συμπτωμάτων ὥσπερ φορτίων ἑκάστου τὸν σταθμὸν ἐξετάζωμεν, τὸ μὲν γὰρ· σῶμα πιέζεται τῷ τοῦ βαρύνοντος ἄχθει, δὲ ψυχὴ τοῖς πράγμασι πολλάκις τὸ βάρος ἐξ αὑτῆς προστίθησιν. ὁ λίθος φύσει σκληρός, ὁ κρύσταλλος φύσει ψυχρός ἐστιν, οὐκ ἔξωθεν εἰκῆ ταύτας τὰς ἀντιτυπίας ἐπιφέροντες καὶ τὰς πήξεις· φυγὰς δὲ καὶ ἀδοξίας καὶ τιμῶν ἀποβολάς, ὥσπερ αὖ τἀναντία, στεφάνους καὶ ἀρχὰς καὶ προεδρίας, οὐ τὴν αὑτῶν φύσιν ἀλλὰ τὴν ἡμετέραν κρίσιν μέτρον ἔχοντα τοῦ λυπεῖν καὶ εὐφραίνειν, ἕκαστος· ἑαυτῷ κοῦφα καὶ βαρέακαὶ ῥᾴδια φέρειν ποιεῖ, καὶ τοὐναντίον. ἔξεστι δʼ ἀκούειν τοῦ μὲν Πολυνείκους ἀποκρινομένου πρὸς τὸ ἐρώτημα τοῦτο τοῦ δʼ Ἀλκμᾶνος, ὡς ὁ γράψας τοὐπιγραμμάτιον πεποίηκε, Σάρδιες, ἀρχαῖος πατέρων νομός, εἰ μὲν ἐν ὑμῖν ἐτρεφόμην, κερνᾶς· ἦν τις ἂν ἢ βακέλας χρυσοφόρος, ῥήσσων καλὰ τύμπανα· νῦν δέ μοι Ἀλκμὰν οὔνομα, καὶ Σπάρτας εἰμὶ πολυτρίποδος, καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με τυράννων θῆκαν Δασκύλεω κρείσσονα καὶ Γύγεω. τὸ γὰρ αὐτὸ πρᾶγμα τῷ μὲν εὔχρηστον ἡ δόξα καθάπερ νόμισμα δόκιμον, τῷ δὲ δύσχρηστον καὶ βλαβερὸν ἐποίησεν.