Ancient Greek · ~6 min
Section 7
Plutarch, Περὶ φυγῆς 7
Not analysed yet
Αἰγυπτίων μὲν οὖν οἱ διʼ ὀργήν τινα καὶ χαλεπότητα τοῦ βασιλέως εἰς Αἰθιοπίαν μετοικιζόμενοι, πρὸς τοὺς δεομένους ἐπανελθεῖν ἐπὶ τέκνα καὶ, γυναῖκας ἐπιδεικνύντες τὰ αἰδοῖα κυνικώτερον οὔτε γάμων ἔφασαν οὔτε παίδων ἀπορήσειν, ἄχρι οὗ ταῦτα μεθʼ ἑαυτῶν ἔχωσιν εὐπρεπέστερον δʼ ἐστὶ καὶ σεμνότερον εἰπεῖν ὡς, ὅπου καὶ ὅτῳ μετρίων πρὸς τὸν βίον εὐπορεῖν συμβέβηκεν, ἐνταῦθʼ οὗτος οὔτʼ ἄπολις οὔτʼ ἀνέστιος οὔτε ξένος ἐστί· μόνον ἔχειν δεῖ πρὸς τούτοις νοῦν καὶ λογισμὸν ὥσπερ ἄγκυραν κυβερνήτην, ἵνα παντὶ χρῆσθαι λιμένι προσορμισθεὶς δύνηται. πλοῦτον μὲν γὰρ ἀποβαλόντα ῥᾳδίως οὐκ ἔστι καὶ ταχέως· ἄλλον συναγαγεῖν· πατρὶς δὲ γίγνεται πᾶσα πόλις εὐθὺς ἀνθρώπῳ χρῆσθαι μεμαθηκότι καὶ ῥίζας ἔχοντι πανταχοῦ ζῆν τε καὶ τρέφεσθαι καὶ παντὶ τόπῳ προσφύεσθαι δυναμένας· οἵας εἶχε Θεμιστοκλῆς οἵας Δημήτριος ὁ Φαληρεύς. οὗτος μὲν γὰρ ἐν Ἀλεξανδρείᾳ μετὰ τὴν φυγὴν πρῶτος ὢν τῶν Πτολεμαίου φίλων, οὐ μόνον αὐτὸς ἐν ἀφθόνοις διῆγεν ἀλλὰ καὶ τοῖς Ἀθηναίοις δωρεὰς ἔπεμπε. Θεμιστοκλῆς δὲ χορηγίᾳ βασιλικῇ πρυτανευόμενος εἰπεῖν λέγεται πρὸς τὴν γυναῖκα καὶ τοὺς παῖδας ἀπωλόμεθʼ ἄν, εἰ μὴ ἀπωλόμεθα διὸ καὶ Διογένης ὁ κύων πρὸς τὸν εἰπόντα, Σινωπεῖς σου φυγὴν ἐκ Πόντου κατέγνωσαν· ἐγὼ δʼ εἶπεν ἐκείνων ἐν Πόντῳ μονήν, ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου. Στρατόνικος δὲ τὸν ἐν Σερίφῳ ξένον ἠρώτησεν, ἐφʼ ὅτῳ τῶν ἀδικημάτων φυγὴ τέτακται παρʼ αὐτοῖς ἐπιτίμιον· ἀκούσας δʼ ὅτι τοὺς ῥᾳδιουργοὺς φυγαδεύουσι, τί οὖν εἶπεν οὐκ ἐρρᾳδιούργησας, ὅπως ἐκ τῆς στενοχωρίας ταύτης μεταστῇς; ὅπου φησὶν ὁ κωμικὸς τὰ σῦκα ταῖς σφενδόναις τρυγᾶσθαι, καὶ πάντʼ ἔχειν ὅσων δεῖ τὴν νῆσον.