Ancient Greek · ~5 min
Section 11
Plutarch, Περὶ εἱμαρμένης 11
Not analysed yet
ὁ μὲν οὖν ἡμέτερος λόγος, ἐπὶ κεφαλαίων εἰπεῖν, τοιοῦτός τις ἂν εἴη· ὁ δὲ τούτων ἐναντίος οὐ μόνον ἐν εἱμαρμένῃ ἀλλὰ καὶ καθʼ εἱμαρμένην πάντα τίθεται. πάντα δὲ θατέρῳ συνᾴδει· τὰ δὲ τῷ ἑτέρῳ συνῳδὰ δῆλον ὅτι καὶ θάτερον. κατὰ μὲν οὖν τόνδε τὸν λόγον τὸ ἐνδεχόμενον εἴρηται· καὶ τὸ γʼ ἐφʼ ἡμῖν δεύτερον· καὶ τρίτον ἥ τε τύχη καὶ τὸ αὐτόματον καὶ ὅσα κατʼ αὐτά· ἔπαινος δὲ καὶ ψόγος καὶ τὰ τούτων συγγενῆ τέταρτα πέμπτον δὲ καὶ ἐπὶ πᾶσιν εὐχαὶ θεῶν καὶ θεραπεῖαι λεγέσθω· ἀργοὶ δὲ καὶ θερίζοντες λόγοι καὶ ὁ παρὰ τὴν εἱμαρμένην ὀνομαζόμενος σοφίσμαθʼ ὡς ἀληθῶς κατὰ τοῦτον τὸν λόγον τυγχάνει ὄντα. κατὰ δὲ τὸν ἐναντίον μάλιστα μὲν καὶ πρῶτον ἂν εἶναι δόξειε, τὸ μηδὲν ἀναιτίως γίγνεσθαι ἀλλὰ κατὰ προηγουμένας αἰτίας· δεύτερον δὲ τὸ φύσει διοικεῖσθαι τόνδε τὸν κόσμον σύμπνουν καὶ συμπαθῆ αὐτὸν αὑτῷ ὄντα· τρίτον δέ, ἃ πρὸς τούτοις μαρτύρια μᾶλλον ἔοικεν εἶναι, μαντικὴ μὲν ἅπασιν ἀνθρώποις εὐδόκιμος ὡς ἀληθῶς θεῶνὑπάρχουσα· ἡ δὲ τῶν σοφῶν πρὸς τὰ συμβαίνοντα εὐαρέστησις, ὡς πάντα κατὰ μοῖραν γιγνόμενα δευτέρα. τρίτον δὲ τὸ πολυθρύλητον τοῦτο, ὅτι πᾶν ἀξίωμα ἢ ἀληθές ἐστιν ἢ ψευδές. τούτων γε μὴν ἐπὶ τοσοῦτον ἐμνήσθημεν, ἵνα ὡς ἐπὶ βραχὺ τὰ τῆς εἱμαρμένης κεφάλαια δηλωθείη ἃ χρὴ διερευνήσασθαι κατὰ τὴν ἀκριβῆ βάσανον ἑκατέρου τῶν λόγων, τὰ δὲ καθʼ ἕκαστα τούτων ἐσαῦθις μέτιμεν.