Ancient Greek · ~3 min
17.3 to 17.4
Plutarch, Ἄγις καὶ Κλεομένης 17.3-4
Not analysed yet
ὃς εἰ μὴ παραιτεῖταί σε μηδὲ πείθει τέκνων καί γυναικὸς δάκρυσι, χαλεπωτέραν ἢ σὺ βούλει δίκην ὑφέξει τῆς κακοβουλίας ἐπιδὼν ἐμὲ τὴν φιλτάτην αὐτῷ προαποθανοῦσαν. τίνι γὰρ ἐμὲ δεῖ ζῆν παρρησίᾳ πρὸς τὰς ἄλλας γυναῖκας, ᾗ μήτε παρʼ ἀνδρὸς δεομένῃ μήτε παρὰ πατρὸς ἔλεός ἐστιν; ἀλλὰ καί γυνὴ καί θυγάτηρ συνατυχεῖν καί συνατιμάζεσθαι τοῖς ἐμαυτῆς ἐγενόμην. τούτῳ μὲν οὖν εἰ καί τις ἦν λόγος εὐπρεπής, ἐγὼ τοῦτον ἀφειλόμην τότε σοὶ συνεξετασθεῖσα καὶ καταμαρτυρήσασα τῶν ὑπὸ τούτου γενομένων σὺ δὲ αὐτῷ τὸ ἀδίκημα ποιεῖς εὐαπολόγητον, οὕτω μέγα καί περιμάχητον ἀποφαίνων τὸ βασιλεύειν ὥστε διʼ αὐτὸ καί γαμβροὺς φονεύειν καί τέκνων ἀμελεῖν εἶναι δίκαιον.