Ancient Greek · ~1 min
Ἄγις, Chapter 18
Plutarch, Ἄγις καὶ Κλεομένης 18.1
Not analysed yet
ἡ μὲν Χιλωνὶς τοιαῦτα ποτνιωμένη τό τε πρόσωπον ἐπὶ τὴν κεφαλὴν ἐπέθηκε τοῦ Κλεομβρότου, καί τὸ βλέμμα διεφθαρμένον καί συντετηκὸς ὑπὸ λύπης περιήνεγκεν εἷς τοὺς παρόντας. ὁ δὲ Λεωνίδας διαλεχθεὶς τοῖς φίλοις τὸν μὲν Κλεόμβροτον ἐκέλευσεν ἀναστάντα φεύγειν, τῆς δὲ παιδὸς μένειν ἐδεῖτο καί μὴ καταλιπεῖν ἑαυτόν οὕτω φιλοῦντα καί δεδωκότα χάριν τὴν τοῦ ἀνδρὸς αὐτῇ σωτηρίαν.