Ancient Greek · ~1 min
Κλεομένης, Chapter 20
Plutarch, Ἄγις καὶ Κλεομένης 20.4
Not analysed yet
λαβὼν οὖν ὁ Ἄρατος παρʼ Ἀντιγόνου στρατιώτας χιλίους καί πεντακοσίους παρέπλευσεν εἰς Ἐπίδαυρον. ὁ δὲ Ἀριστοτέλης ἐκεῖνον οὐ περιέμενεν, ἀλλὰ τοὺς πολίτας παραλαβὼν προσεμάχετο τοῖς φρουροῦσι τὴν ἀκρόπολιν καί παρῆν αὐτῷ Τιμόξενος μετὰ τῶν Ἀχαιῶν ἐκ Σικυῶνος βοηθῶν.