Ancient Greek
Κλεομένης, Chapter 21
Plutarch, Ἄγις καὶ Κλεομένης 21.1
Not analysed yet
ταῦτα περὶ δευτέραν φυλακὴν τῆς νυκτὸς ἀκούσας ὁ Κλεομένης μετεπέμψατο Μεγιστόνουν, καὶ πρὸς ὀργὴν ἐκέλευσεν εὐθὺς εἰσ Ἄργος βοηθεῖν ὁ γὰρ ὑπὲρ τῶν Ἀργείων μάλιστα καταπιστωσάμενος πρὸς αὑτόν ἐκεῖνος ἦν, καὶ διεκώλυσεν ἐκβαλεῖν τοὺς ὑπόπτους, ἀπολύσας οὖν τὸν Μεγιστόνουν μετὰ δισχιλίων στρατιωτῶν αὐτὸς προσεῖχε τῷ Ἀντιγόνῳ, καὶ τοὺς Κορινθίους παρεθάρρυνεν ὡς οὐδενὸς μεγάλου περὶ τὸ Ἄργος, ἀλλὰ ταραχῆς τινος ἀπʼ ἀνθρώπων ὀλίγων γεγενημένης.