Ancient Greek · ~1 min
Κλεομένης, Chapter 21
Plutarch, Ἄγις καὶ Κλεομένης 21.2
Not analysed yet
ἐπεὶ δὲ ὁ Μεγιστόνους τε παρεισπεσὼν εἰς τὸ Ἄργος ἀνῃρέθη μαχόμενος καὶ μόγις ἀντεῖχον οἱ φρουροὶ καὶ διεπέμποντο συχνοὺς πρὸς τὸν Κλεομένη, φοβηθεὶς μὴ τοῦ Ἄργους οἱ πολέμιοι κρατήσαντες καὶ τὰς παρόδους ἀποκλείσαντες αὐτοὶ πορθῶσιν ἀδεῶς τὴν Λακωνικὴν καὶ πολιορκῶσι τὴν Σπάρτην ἔρημον οὖσαν, ἀπῆγεν ἐκ Κορίνθου τὸ στράτευμα.