Ancient Greek
Section 13
Plutarch, Περὶ φιλαδελφίας 13
Not analysed yet
ἔτι τοίνυν ὥσπερ ἐγγίγνονται ταῖς φύσεσι καὶ ταῖς τύχαις τῶν ἀδελφῶν ἀνισότητες, οὕτως ἐν πᾶσι καὶ πάντως ὑπερέχειν τὸν ἕτερον ἀδύνατόν ἐστι. τὰ μὲν γὰρ στοιχεῖά φασιν ἐκ μιᾶς ὕλης γεγονέναι, τὰς ἐναντιωτάτας ἔχοντα δυνάμεις· δυεῖν δʼ ἀδελφῶν· ἐκ μιᾶς μητρὸς καὶ πατρὸς ταὐτοῦ γεγονότων, οὐθεὶς ἑώρακε τὸν μὲν ὡς τὸν ἐκ τῆς Στοᾶς σοφόν, ὁμοῦ καλὸν εὔχαριν ἐλευθέριον ἔντιμον πλούσιον δεινὸν εἰπεῖν πολυμαθῆ φιλάνθρωπον τὸν δʼ ἕτερον αἰσχρὸν ἄχαριν ἀνελεύθερον ἄτιμον ἄπορον ἀσθενῆ περὶ λόγον ἀμαθῆ μισάνθρωπον ἀλλʼ ἔνεστιν ἁμωσγέπως καὶ τοῖς ἀδοξοτέροις καὶ ταπεινοτέροις μοῖρά τις χάριτος ἢ δυνάμεως ἢ πρός τι καλὸν εὐφυΐας, ὡς ἀνʼ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν φύονται μαλακῶν ἄνθεα λευκοΐων. ταῦτα τοίνυν ὁ δοκῶν πλέον ἒχειν ἐν ἄλλοις, ἂν μὴ κολούῃ μηδʼ ἐπικρύπτῃ μηδὲ πάντων ὥσπερ ἐν ἀγῶνι τὸν ἀδελφὸν ἐξωθῇ τῶν πρωτείων, ἀλλʼ ἀνθυπείκῃ καὶ ἀποφαίνῃ πρὸς πολλὰ βελτίω καὶ χρησιμώτερον ἐκεῖνον, ὑφαιρῶν ἀεὶ τοῦ φθόνου τὴν πρόφασιν ὥσπερ ὕλην τοῦ πυρὸς ἀποσβέσει, μᾶλλον δʼ ὅλως οὐκ ἐάσει λαβεῖν γένεσιν οὐδὲ σύστασιν. ὁ δὲ καὶ συνεργόν, ἐν οἷς δοκεῖ κρείττων αὐτὸς εἶναι, ποιούμενος τὸν ἀδελφὸν ἀεὶ καὶ σύμβουλον, οἷον ἐν δίκαις ῥητορικὸς ὤν, ἐν ἀρχαῖς πολιτευόμενος, ἐν πράξεσι φιλικαῖς· συνελόντι δʼ εἰπεῖν, μηδενὸς ἀξιολόγου καὶ τιμὴν φέροντος ἔργου περιορῶν ἀπολειπόμενον, ἀλλὰ τῶν καλῶν πάντων κοινωνὸν ἀποφαίνων καὶ χρώμενος παρόντι καὶ περιμένων ἀπόντα, καὶ ὅλως συνεμφαίνων ὅτι πρακτικὸς μὲν οὐχ ἧττον αὐτοῦ παραχωρητικὸς δὲ μᾶλλόν ἐστι δόξης; καὶ δυνάμεως, οὐθὲν ἑαυτοῦ παραιρούμενος ἐκείνῳ μεγάλα προστίθησι.