Ancient Greek · ~3 min
Section 15
Plutarch, Περὶ ἀδολεσχίας 15
Not analysed yet
εἰ τοίνυν ἔροιτό τις τὸν κάκιστον ὅστις ἐστὶ καὶ τὸν ἐξωλέστατον,ʼ οὐδεὶς ἂν ἄλλον εἴποι τὸν προδότην παρελθών. Εὐθυκράτης μὲν οὖν ἤρεψε τὴν οἰκίαν τοῖς ἐκ Μακεδονίας ξύλοις ὥς φησι Δημοσθένης· Φιλοκράτης δὲ χρυσίον πολὺ λαβὼν πόρνας καὶ ἰχθῦς ἠγόραζεν· Εὐφόρβῳ δὲ καὶ Φιλάγρῳ τοῖς Ἐρέτριαν προδοῦσι χώραν ὁ βασιλεὺς ἔδωκεν. ὁ δʼ ἀδόλεσχος ἄμισθός ἐστι προδότης; καὶ αὐτεπάγγελτος, οὐχ ἵππους οὐδὲ τείχη προδιδούς, ἀλλὰ λόγους ἐκφέρων ἀπορρήτους ἐν δίκαις ἐν στάσεσιν ἐν διαπολιτείαις, μηδενὸς αὐτῷ χάριν ἔχοντος· ἀλλʼ ἂν αὐτός ἀκούηται, προσοφείλων χάριν. ὥστε τὸ λελεγμένον πρὸς τὸν εἰκῆ καὶ ἀκρίτως ἐκχέοντα τὰ ἑαυτοῦ καὶ καταχαριζόμενον οὐ φιλάνθρωπος σὺ γʼ ἐσσʼ· ἔχεις νόσον, χαίρεις διδούς ἐναρμόττει καὶ πρὸς τὸν φλύαρον· οὐ φίλος εἶ σὺ ταῦτα μηνύων οὐδʼ εὔνους· ἔχεις νόσον, χαίρεις λαλῶν καὶ φλυαρῶν.