Ancient Greek · ~4 min
Section 9
Plutarch, Περὶ ἀδολεσχίας 9
Not analysed yet
ἡ δʼ Εὐριπίδειος Ἰνὼ παρρησίαν ἄγουσα περὶ αὑτῆς εἰδέναι φησὶ σιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν ἵνʼ ἀσφαλές. οἱ γὰρ εὐγενοῦς καὶ βασιλικῆς τῷ ὄντι παιδείας τυχόντες πρῶτον σιγᾶν εἶτα λαλεῖν μανθάνουσιν. Ἀντίγονος γοῦν ὁ βασιλεὺς ἐκεῖνος, ἐρωτήσαντος αὐτὸν τοῦ υἱοῦ πηνίκα μέλλουσιν ἀναζευγνύειν, τί δέδοικας; εἶπε μὴ μόνος οὐκ ἀκούσῃς τῆς σάλπιγγος; οὐκ ἄρα φωνὴν ἐπίστευεν ἀπόρρητον ᾧ τὴν βασιλείαν ἀπολείπειν ἔμελλεν; ἐδίδασκε μὲν οὖν αὐτὸν ἐγκρατῶς ἔχειν πρὸς τὰ τοιαῦτα καὶ πεφυλαγμένως. Μέτελλος δʼ ὁ γέρων ἕτερόν τι τοιοῦτον ἐπερωτώμενος ἐπὶ στρατείας εἰ φησὶν ᾤμην τὸν χιτῶνά μοι συνειδέναι τοῦτο τἀπόρρητον, ἀποδυσάμενος ἂν αὐτὸν ἐπὶ τὸ πῦρ ἔθηκα Εὐμένης δʼ ἀκούσας ἐπέρχεσθαι Κρατερὸν οὐδενὶ τῶν φίλων ἔφρασεν, ἀλλʼ ἐψεύσατο Νεοπτόλεμον εἶναι· τούτου γὰρ οἱ στρατιῶται κατεφρόνουν, ἐκείνου δὲ καὶ τὴν δόξαν ἐθαύμαζον καὶ τὴν ἀρετὴν ἠγάπων. ἔγνω δʼ οὐδεὶς ἄλλος, ἀλλὰ συμβαλόντες ἐκράτησαν καὶ ἀπέκτειναν αὐτὸν ἀγνοοῦντες καὶ νεκρὸν ἐπέγνωσαν. οὕτως ἐστρατήγησεν ἡ σιωπὴ τὸν ἀγῶνα καὶ τηλικοῦτον ἀνταγωνιστὴν ἀπέκρυψεν· ὥστʼ αὐτὸν τοὺς φίλους μὴ προειπόντα θαυμάζειν μᾶλλον ἢ μέμφεσθαι· κἂν μέμφηται δέ τις, ἐγκαλεῖσθαι βέλτιόν ἐστι σωθέντα διʼ ἀπιστίαν ἢ κατηγορεῖν ἀπολλύμενον διὰ τὸ πιστεῦσαι.