Ancient Greek · ~5 min
Section 21
Plutarch, Περὶ τοῦ Σωκράτους δαιμονίου 21
Not analysed yet
ἡμῖν μέν, ὦ Φειδόλαε, καὶ ζῶντος Σωκράτους καὶ τεθνηκότος, οὕτως ἐννοεῖν περὶ τοῦ δαιμονίου παρίσταται, τῶν κληδόνας ἢ πταρμοὺς ἤ τι τοιοῦτον εἰρηκότων ἄλλο καταφρονοῦσιαν ἃ δὲ Τιμάρχου τοῦ Χαιρωνέως ἠκούσαμεν ὑπὲρ τούτου διεξιόντος, οὐκ οἶδα μὴ μύθοις ὁμοιότερʼ ἢ λόγοις ὄντα σιωπᾶν ἄμεινον. μηδαμῶς εἶπεν ὁ Θεόκριτος ἀλλὰ δίελθʼ αὐτά· καὶ γὰρ εἰ μὴ λίαν ἀκριβῶς, ἀλλʼ ἔστιν ὅπη ψαύει τῆς ἀληθείας καὶ τὸ μυθῶδες. πρότερον δὲ τίς ἦν οὗτος ὁ Τίμαρχος φράσον· οὐ γὰρ ἔγνων τὸν ἄνθρωπον εἰκότως γʼ εἶπεν ὁ Σιμμίας ὦ Θεόκριτε νέος γὰρ ὢν κομιδῇ ἐτελεύτησε, καὶ τοῦ Σωκράτους δεηθεὶς ταφῆναι παρὰ Λαμπροκλέα τὸν Σωκράτους υἱόν, ὀλίγαις πρότερον ἡμέραις αὐτοῦ τεθνηκότα, φίλον καὶ ἡλικιώτην γενόμενον. οὗτος οὖν ποθῶν γνῶναι τὸ Σωκράτους δαιμόνιον ἣν ἔχει δύναμιν, ἅτε δὴ νέος οὐκ ἀγεννὴς ἄρτι γεγευμένος φιλοσοφίας, ἐμοὶ καὶ Κέβητι κοινωσάμενος μόνοις εἰς Τροφωνίου κατῆλθε, δράσας τὰ νομιζόμενα περὶ τὸ μαντεῖον. ἐμμείνας δὲ δύο νύκτας κάτω καὶ μίαν ἡμέραν, τῶν πολλῶν ἀπεγνωκότων αὐτὸν ἤδη καὶ τῶν οἰκείων ὀδυρομένων, πρωὶ μάλα φαιδρὸς ἀνῆλθε προσκυνήσας δὲ τὸν θεόν, ὡς πρῶτον διέφυγε τὸν ὄχλον, διηγεῖτο ἡμῖν θαυμάσια πολλὰ καὶ ἰδεῖν καὶ ἀκοῦσαι.