Ancient Greek · ~2 min
Section 26
Plutarch, Περὶ τοῦ Σωκράτους δαιμονίου 26
Not analysed yet
ὀψὲ δʼ ἤδη τό τε ψῦχος ἐπέτεινε πνεύματος γενομένου, καὶ διὰ τοῦτο τῶν πολλῶν τάχιον εἰς τὰς οἰκίας ἀνακεχωρηκότων, ἡμεῖς μὲν τοὺς περὶ Δαμοκλείδαν καὶ Πελοπίδαν καὶ Θεόπομπον ἐντυχόντες ἀνελαμβάνομεν, ἄλλοι δʼ ἄλλους· ἐσχίσθησαν γὰρ εὐθὺς ὑπερβαλόντες τὸν Κιθαιρῶνα, καὶ παρέσχεν αὐτοῖς; ὁ χειμὼν τὰ πρόσωπα συγκεκαλυμμένοις ἀδεῶς διελθεῖν τὴν πόλιν ἐνίοις δʼ ἐπήστραψε δεξιὸν ἄνευ βροντῆς εἰσιοῦσι διὰ τῶν πυλῶν· καὶ τὸ σημεῖον ἐδόκει καλὸν πρὸς ἀσφάλειαν καὶ δόξαν, ὡς λαμπρῶν ἀκινδύνων δὲ τῶν πράξεων ἐσομένων.