Ancient Greek · ~4 min
Section 6
Plutarch, Περὶ τοῦ Σωκράτους δαιμονίου 6
Not analysed yet
ταῦτα τοῦ Θεοκρίτου λέγοντος, ὁ Λεοντίδης ἐξῄει μετὰ τῶν φίλων· ἡμεῖς δʼ εἰσελθόντες ἠσπαζόμεθα τὸν Σιμμίαν ἐπὶ τῆς κλίνης καθεζόμενον, οὐ κατατετευχότα τῆς δεήσεως, οἶμαι, μάλα σύννουν καὶ διαλελυπημένον· ἀποβλέψας δὲ πρὸς ἅπαντας ἡμᾶς ὦ Ἡράκλεις εἶπεν ἀγρίων καὶ βαρβάρων ἠθῶν εἶτʼ οὐχ ὑπέρευ Θαλῆς ὁ παλαιὸς ἀπὸ ξένης ἐλθὼν διὰ χρόνου, τῶν φίλων ἐρωτώντων ὅ τι καινότατον ἱστορήκοι, τύραννον ἔφη γέροντα. καὶ γὰρ ᾧ μηδὲν ἰδίᾳ συμβέβηκεν ἀδικεῖσθαι, τὸ βάρος αὐτὸ καὶ τὴν σκληρότητα τῆς ὁμιλίας δυσχεραίνων ἐχθρός ἐστι τῶν ἀνόμων καὶ ἀνυπευθύνων δυναστειῶν. ἀλλὰ ταῦτα μὲν ἴσως θεῷ μελήσει τὸν δὲ ξένον ἴστε τὸν ἀφιγμένον, ὦ Καφισία, πρὸς ὑμᾶς ὅστις ἐστίν; οὐκ οἶδʼ ἔφην ἐγώ τίνα λέγεις. καὶ μήν ἔφη Λεοντίδης φησὶν ἄνθρωπον ὦφθαι παρὰ τὸ Λύσιδος μνημεῖον ἐκ νυκτῶν ἀνιστάμενον, ἀκολουθίας πλήθει καὶ κατασκευῇ σοβαρόν, αὐτόθι κατηυλισμένον ἐπὶ στιβάδων φαίνεσθαι γὰρ ἄγνου καὶ μυρίκης χαμεύνας ἔτι δʼ ἐμπύρων λείψανα καὶ χοὰς γάλακτος ἕωθεν δὲ πυνθάνεσθαι τῶν ἀπαντώντων, εἰ τοὺς Πολύμνιος παῖδας ἐνδημοῦντας εὑρήσει. καὶ τίς ἄν εἶπον ὁ ξένος εἴη; περιττῷ γὰρ ἀφʼ ὧν λέγεις τινὶ καὶ οὐκ ἰδιώτῃ προσέοικεν.