Ancient Greek
Section 4
Plutarch, Περὶ τῆς Ἡροδότου κακοηθείας 4
Not analysed yet
καὶ μὴν τὸ γʼ ἀντίστροφον τούτῳ παντὶ δῆλον ὡς καλοῦ τινος κἀγαθοῦ παράλειψίς; ἐστιν, ἀνυπεύθυνον δοκοῦν πρᾶγμα εἶναι, γιγνόμενον δὲ κακοήθως, ἄνπερ ἐμπίπτῃ τὸ παραλειφθὲν εἰς τόπον προσήκοντα τῇ ἱστορίᾳ· τὸ γὰρ ἀπροθύμως ἐπαινεῖν τοῦ ψέγοντα χαίρειν οὐκ ἐπιεικέστερον, ἀλλὰ πρὸς τῷ μὴ ἐπιεικέστερον ἴσως καὶ χεῖρον.