Ancient Greek · ~2 min
Section 3
Plutarch, Περὶ φθόνου καὶ μίσους 3
Not analysed yet
δεύτερον δὲ τὸ μισεῖν γίγνεται καὶ πρὸς ἄλογα ζῷα· καὶ γὰρ γαλᾶς καὶ κανθαρίδας ἔνιοι μισοῦσι καὶ φρύνους καὶ ὄφεις· Γερμανικὸς δʼ ἀλεκτρυόνος οὔτε φωνὴν οὔτʼ ὄψιν ὑπέμενεν οἱ δὲ Περσῶν μάγοι τοὺς μῦς ἀπεκτίννυσαν, ὡς αὐτοί τε μισοῦντες καὶ τοῦ θεοῦ δυσχεραίνοντος τὸ ζῷον· ὁμοῦ τι γὰρ πάντες Ἄραβες καὶ Αἰθίοπες μυσάττονται. τὸ μέντοι φθονεῖν πρὸς; μόνον ἄνθρωπον ἀνθρώπῳ γίγνεται.