Ancient Greek · ~4 min
Section 5
Plutarch, Περὶ φθόνου καὶ μίσους 5
Not analysed yet
ἔτι τοίνυν τὸ μὲν φθονεῖν πρὸς οὐδένα γίγνεται δικαίως· οὐδεὶς γὰρ ἀδικεῖ τῷ εὐτυχεῖν, ἐπὶ τούτῳ δὲ φθονοῦνται μισοῦνται δὲ πολλοὶ δικαίως, ὡς οὓς ἀξιομισήτους καλοῦμεν, ἂν μὴ φεύγωσι τοὺς τοιούτους μηδὲ βδελύττωνται καὶ δυσχεραίνωσι. μέγα δὲ τούτου τεκμήριον, ὅτι μισεῖν μὲν πολλοὺς ὁμολογοῦσιν ἔνιοι φθονεῖν δʼ οὐδενὶ λέγουσι. καὶ γὰρ ἡ μισοπονηρία τῶν ἐπαινουμένων ἐστί· καὶ τὸν ἀδελφιδοῦν τοῦ Λυκούργου Χάριλλον, βασιλεύοντα τῆς Σπάρτης ἐπιεικῆ δʼ ὄντα καὶ πρᾶον ἐπαινούντων τινῶν, ὁ συνάρχων καὶ πῶς ἔφη χρηστός ἐστι Χάριλλος, ὃς οὐδὲ τοῖς πονηροῖς χαλεπός ἐστι; καὶ τοῦ Θερσίτου ὁ ποιητὴς τὴν μὲν τοῦ σώματος κακίαν πολυμερῶς καὶ περιωδευμένως ἐξεμόρφησε, τὴν δὲ τοῦ ἤθους μοχθηρίαν συντομώτατα καὶ διʼ ἑνὸς ἔφρασεν, ἔχθιστος δʼ Ἀχιλῆι μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆι ὑπερβολὴ γάρ τις φαυλότητος τὸ τοῖς κρατίστοις ἐχθρὸν εἶναι. καὶ φθονεῖν δʼ ἀρνοῦνται κἂν ἐλέγχωνται, μυρίας σκήψεις προΐσχονται, ὀργίζεσθαι λέγοντες ἢ φοβεῖσθαι τὸν ἄνθρωπον ἢ μισεῖν ἢ ὁ τι ἂν τύχωσιν ἄλλο τῷ φθόνῳ τοῦ πάθους ὄνομα περιβάλλοντες καὶ καλύπτοντες, ὡς μόνον τοῦτο τῶν ψυχῆς νοσημάτων ἀπόρρητον.