Ancient Greek · ~2 min
Section 8
Plutarch, Περὶ φθόνου καὶ μίσους 8
Not analysed yet
ἤδη τοίνυν καὶ τὴν προαίρεσιν αὐτὴν ἑκατέρου πάθους σκοπῶμεν. ἔστι δὲ μισοῦντος μὲν προαίρεσις κακῶς ποιῆσαι κατὰ δύναμιν· καὶ οὕτως ὁρίζονται, διάθεσίν τινα καὶ προαίρεσιν ἐπιτηρητικὴν τοῦ κακῶς ποιῆσαι. τῷ φθόνῳ δὲ τοῦτο γοῦν ἄπεστι πολλοὺς γὰρ οἱ φθονοῦντες τῶν συνήθων καὶ οἰκείων ἀπολέσθαι μὲν οὐκ ἂν ἐθέλοιεν οὐδὲ δυστυχῆσαι, βαρύνονται δʼ εὐτυχοῦντας· καὶ κωλύουσι μέν, εἰ δύνανται, τὴν δόξαν αὐτῶν καὶ λαμπρότητα, συμφορὰς δʼ ἀνηκέστους οὐκ ἂν προσβάλοιεν· ἀλλʼ ὥσπερ οἰκίας ὑπερεχούσης τὸ ἐπισκοτοῦν αὐτοῖς καθελόντες ἀρκοῦνται.