Ancient Greek · ~3 min
Section 37
Plutarch, Περὶ Ἴσιδος και Ὀσίριδος 37
Not analysed yet
ἔτι τε τὸν κιττὸν Ἕλληνές τε καθιεροῦσι τῷ Διονύσῳ καὶ παρʼ Αἰγυπτίοις λέγεται χενόσιρις ὀνομάζεσθαι, σημαίνοντος τοῦ ὀνόματος, ὥς φασι, φυτὸν Ὀσίριδος. ἀρίστων τοίνυν ὁ γεγραφὼς Ἀθηναίων ἀποικίας ἐπιστολῇ τινι Ἀλεξάρχου περιέπεσεν, ἐν Διὸς ἱστορεῖται καὶ Ἴσιδος υἱὸς ὢν ὁ Διόνυσος ὑπʼ Αἰγυπτίων οὐκ Ὄσιρις ἀλλʼ Ἀρσαφὴς ἐν τῷ ἄλφα γράμματι λέγεσθαι, δηλοῦντος τὸ ἀνδρεῖον τοῦ ὀνόματος. ἐμφαίνει δὲ τοῦτο καὶ ὁ Ἑρμαῖος ἐν τῇ πρώτῃ περὶ τῶν Αἰγυπτίων· ὄμβριμον γάρ φησι μεθερμηνευόμενον εἶναι τὸν Ὄσιριν. ἐῶ δὲ Μνασέαν τῷ Ἐπάφῳ προστιθέντα τὸν Διόνυσον καὶ τὸν Ὄσιριν καὶ τὸν Σάραπιν· ἐῶ καὶ Ἀντικλείδην λέγοντα τὴν Ἶσιν Προμηθέως οὖσαν θυγατέρα Διονύσῳ συνοικεῖν· αἱ γὰρ εἰρημέναι περὶ τὰς ἑορτὰς καὶ τὰς θυσίας οἰκειότητες ἐναργεστέραν τῶν μαρτύρων τὴν πίστιν ἔχουσι.