Ancient Greek · ~5 min
Section 70
Plutarch, Περὶ Ἴσιδος και Ὀσίριδος 70
Not analysed yet
καὶ δίδωσιν ὁ καιρὸς ὑπόνοιαν ἐπὶ τῶν καρπῶν τῇ ἀποκρύψει γενέσθαι τὸν σκυθρωπασμόν, οὓς οἱ παλαιοὶ θεοὺς μὲν οὐκ ἐνόμιζον, ἀλλὰ δῶρα θεῶν ἀναγκαῖα καὶ μεγάλα πρὸς τὸ μὴ ζῆν ἀγρίως καὶ θηριωδῶς. καθʼ ἣν δὴ ὥραν τοὺς μὲν ἀπὸ δένδρων ἑώρων ἀφανιζομένους παντάπασιν καὶ ἀπολείποντας, οὓς δὲ καὶ αὐτοὶ κατέσπειραν ὄντας ἔτι γλίσχρους καὶ ἀπόρους, διαμώμενοι ταῖς χερσὶ τὴν γῆν καὶ περιστέλλοντες αὖθις, ἐπʼ ἀδήλῳ τῷ πάλιν ἐκτελεῖσθαι καὶ συντέλειαν ἕξειν ἀποθέμενοι, πολλὰ θάπτουσιν ὅμοια καὶ πενθοῦσιν ἔπραττον. εἶθʼ ὥσπερ ἡμεῖς τὸν ὠνούμενον βιβλία Πλάτωνος ὠνεῖσθαί φαμεν Πλάτωνα, καὶ Μένανδρον ὑποκρίνεσθαι τὸν τὰ Μενάνδρου ποιήμαθʼ ὑποτιθέμενον, οὕτως ἐκεῖνοι τοῖς τῶν θεῶν ὀνόμασι τὰ τῶν θεῶν δῶρα καὶ ποιήματα καλεῖν οὐκ ἐφείδοντο, τιμῶντες ὑπὸ χρείας καὶ σεμνύνοντες. οἱ δʼ ὕστερον ἀπαιδεύτως δεχόμενοι καὶ ἀμαθῶς ἀναστρέφοντες ἐπὶ τοὺς θεοὺς τὰ πάθη τῶν καρπῶν, καὶ τὰς παρουσίας τῶν ἀναγκαίων καὶ ἀποκρύψεις θεῶν γενέσεις καὶ φθορὰς οὐ προσαγορεύοντες μόνον ἀλλὰ καὶ νομίζοντες, ἀτόπων καὶ παρανόμων καὶ τεταραγμένων δοξῶν αὑτοὺς ἐνέπλησαν, καίτοι τοῦ παραλόγου τὴν ἀτοπίαν ἐν ὀφθαλμοῖς ἔχοντες. εὖ μὲν οὖν Ξενοφάνης ὁ Κολοφώνιος ἠξίωσε τοὺς Αἰγυπτίους, εἰ θεοὺς νομίζουσι, μὴ θρηνεῖν, εἰ δὲ θρηνοῦσι, θεοὺς μὴ νομίζειν ἀλλʼ ὅτι γελοῖον ἅμα θρηνοῦντας εὔχεσθαι τοὺς καρποὺς πάλιν ἀναφαίνειν καὶ τελειοῦν ἑαυτοῖς, ὅπως πάλιν ἀναλίσκωνται καὶ θρηνῶνται·