Ancient Greek
Section 5
Plutarch, Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως 5
Not analysed yet
οὐ μόνον δὲ κρινομένοις καὶ κινδυνεύουσιν, ἀλλὰ καὶ δυστυχοῦσι μᾶλλον ἁρμόζει μεγαλαυχία καὶ κόμπος ἢ εὐτυχοῦσιν. οἱ μὲν γὰρ οἷον ἐπιδράττεσθαι τῆς δόξης καὶ ἀπολαύειν χαριζόμενοι τῷ φιλοτίμῳ δοκοῦσιν, οἱ δὲ πόρρω φιλοτιμίας διὰ τὸν καιρὸν ὄντες ἐξαναφέρειν πρὸς τὴν τύχην καὶ ὑπερείδειν τὸ φρόνημα καὶ φεύγειν ὅλως τὸ ἐλεεινὸν καὶ συνεπιθρηνοῦν τοῖς ἀβουλήτοις καὶ ταπεινούμενον. ὥσπερ οὖν τοὺς ἐν τῷ περιπατεῖν ἐπαιρομένους καὶ ὑψαυχενοῦντας ἀνοήτους ἡγούμεθα καὶ κενούς· ἂν δὲ πυκτεύοντες ἢ μαχόμενοι διεγείρωσι καὶ ἀνάγωσιν ἑαυτούς, ἐπαινοῦμεν· οὕτως ἀνὴρ ὑπὸ τύχης σφαλλόμενος ἑαυτὸν εἰς ὀρθὸν καθιστὰς καὶ ἀντίπαλον πύκτης ὅπως εἰς χεῖρας, ἐκ τοῦ ταπεινοῦ καὶ οἰκτροῦ τῇ μεγαλαυχίᾳ μεταφέρων εἰς τὸ γαῦρον καὶ ὑψηλόν, οὐκ ἐπαχθὴς οὐδὲ θρασὺς ἀλλὰ μέγας εἶναι δοκεῖ καὶ ἀήττητος ὥς που καὶ τὸν Πάτροκλον ὁ ποιητὴς μέτριον καὶ ἀνεπίφθονον ἐν τῷ κατορθοῦν ἐν δὲ τῷ τελευτᾶν μεγαλήγορον πεποίηκε λέγοντα τοιοῦτοι δʼ εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν. καὶ Φωκίων τἄλλα πρᾶος ἦν· μετὰ δὲ τὴν καταδίκην ἄλλοις τε πολλοῖς διεδείκνυε τὴν μεγαλοφροσύνην, καὶ πρὸς ἕνα τῶν συναποθνῃσκόντων ὀδυρόμενον καὶ δυσανασχετοῦντα τί λέγεις εἶπεν οὗτος; οὐκ ἀγαπᾷς ἀποθνῄσκων μετὰ Φωκίωνος;